Δευτέρα 29 Οκτωβρίου 2012

ΔΟΞΟΛΟΓΙΑ 28ΗΣ ΟΚΤΩΒΡΙΟΥ

28 ΟΚΤΩΒΡΙΟΥ
ΔΟΞΟΛΟΓΙΑ ΕΠΙ Τῌ ΕΘΝΙΚῌ ΕΟΡΤῌ

Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἦχος α' Τῆς ἐρήμου πολίτης
Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ Σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς, σὲ γὰρ σκέπην, καὶ προστάτιν, καὶ Βοηθόν, κεκτήμεθα βοῶντές σοι, Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ, Ἄχραντε.
Κοντάκιον Ἦχος πλ. δ'
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε· Ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαῖρε νύμφη ἀνύμφευτε.

Δοξολογία
 Δόξα σοι τῷ δείξαντι τὸ φῶς, δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
῾Η δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύι· ἡ δεξιά σου, Κύ­ριε, ἔθραυσεν ἐχθρούς· ᾿Αλληλούια, ἀλληλούια, ἀλλη­λούια.
᾿Εν τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναν­τί­ους· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.
Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.
Οἱ ἀγροὶ ἡμῶν διεμερίσθησαν, οἱ οἶκοι ἠρημώθησαν καὶ ἡμεῖς περιυβρίσθημεν· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.
Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.
᾿Αλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ· πάντα τὰ ἔθνη κροτήσατε χεῖρας· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.

Διάκονος
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Χορός
Κύριε, ελέησον (τρίς).
Διάκονος
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Πατρός καί Ἀρχιεπισκόπου ἡμῶν (τούδε) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ ὑπέρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν.
Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ὑπὲρ τῆς Πίστεως καὶ τῆς Πατρίδος ἡμῶν ἡρωϊκῶς ἀγωνισαμένων καὶ ἐνδόξως πεσόντων ἐν τοῖς ἱεροῖς τοῦ Ἔθνους ἡμῶν ἀγῶσι, πάλαι τε καὶ ἐπ' ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ και αέρι μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
Τοῦ Κυρίου δεηθῶμεν.
Ἱερεύς: Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι τῇ σῇ ἀγα­θό­τητι ἐπὶ τὴν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς ἀναμέλψαι σοι ᾠδὴν ἐπινίκιον τῷ σωτῆρι ἡμῶν. ᾿Ιδοὺ γὰρ οἱ ἄρχοντες ἡμῶν συνήχθησαν ἐπὶ τὸ αὐτό, καὶ πᾶσα συναγωγὴ λαοῦ ἀνάμνησιν ἐπιτελοῦμεν ἔρ­γου θαυμαστοῦ καὶ μεγάλου, ὃ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέ­ραις ἡμῶν. Λαὸς γὰρ πόρ­ρωθεν ἱταμὸς καὶ ἀνελέητος ἀνέβη ὡς λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξῆρε καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ ἐξολοθρεύων ἔθνη, τιθεὶς τὴν γῆν εἰς ἐρήμωσιν καὶ πόλεις καθαιρῶν παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς. ᾿Εσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Οἱ κατοικοῦντες αὐτὴν εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάσας τὰς θαλάσσας ταρασσομένας, τὸν οὐρανὸν φλε­γό­μενον καὶ πάσας τὰς πόλεις ἐμπεπυρισμένας, καὶ εἰσέ­δυσαν εἰς τὰ σπήλαια καὶ ἐκρύβησαν εἰς τὰς τάφρους. Καὶ ἧκεν ἐφ᾿ ἡμᾶς τὸ ἔθνος τὸ ὁπλομάχον καὶ εἶπον ἡμῖν· Κύ­ψα­τε, ἵνα παρέλθωμεν. ῾Ο δὲ λαός σου ἀνέστη καὶ ἐν τῷ ὀνό­ματί σου ἠμύνατο αὐτοῖς καὶ ἐδίωξεν ὀπίσω αὐτῶν, καὶ ἐδί­ωξεν εἷς χιλίους καὶ δύο μετεκίνησαν μυριάδας.
᾿Αλλ᾿ ἔδει πληρωθῆναι τὴν βουλήν σου, ὁ Θεός, καὶ ἔστρε­ψας τὴν νίκην ἡμῶν εἰς ἧτταν καὶ ἦλθον τὰ ἔθνη εἰς τὴν κλη­ρονομίαν σου καὶ ἐμίαναν τὴν χώραν ἡμῶν. ῎Εθεντο τὰ θνη­σι­μαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. ᾿Εξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυματιῶν σου προσέθηκαν πληγάς· ἔθου ἡμᾶς ὡς λίθον κατα­πατού­με­νον καὶ εἰς χοῦν θανάτου κατήγαγες ἡμᾶς· οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς καὶ ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡ­μῶν· οἱ υἱοὶ καὶ αἱ θυγατέρες ἡμῶν ἐτελεύτησαν ἐν λιμῷ· ἐ­πένθησεν ἡ γῆ καὶ ἐκ πάσης οἰκίας ἤρθη εὐφροσύνη καὶ χαρά· καὶ ἐκλαίομεν οὐ τοὺς τεθνηκότας οὐδὲ ἐθρηνοῦμεν ἐπ᾿ αὐτοῖς, ἀλλ᾿ ἐκλαίομεν κλαυθμῷ τοὺς ἐκπορευομένους, ὅτι οὐκ ἦν ἐπιστρέψαι ἔτι καὶ ἰδεῖν τὴν γῆν τῆς πατρίδος αὐτῶν.
῞Οτε δὲ συνετελέσθη ἡ πονηρία τῶν ἁμαρτωλῶν καὶ ἐπλή­σθη ἡ ταπείνωσις ἡμῶν, ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος καὶ ὁ ῞Υψιστος ἔδωκε φωνὴν αὐτοῦ καὶ ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισε τοὺς ἐχθροὺς ἡμῶν καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς· ἅμα τῷ δοξασθῆναι αὐ­τοὺς καὶ ἐπαρ­θῆναι ἐκλιπόντες ὡσεὶ κα­πνὸς ἐξέλιπον· οἱ με­γαλορ­ρη­μο­νοῦντες ὠνειδίσαντο αἰσχύνην καὶ ἐντροπήν, καὶ ἐγενή­θη­σαν αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες ἡμᾶς, ὅτι ἡμέρα Κυρί­ου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάν­τα ὑψη­λὸν καὶ μετέωρον· ὁ γὰρ δεσπότης Κύριος σαβαὼθ συν­τα­ράσ­σει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συν­­τριβήσονται.
Διὰ τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡ γῆ ἡμῶν, καὶ αἱ ψυχαὶ ἡμῶν εὐγνωμοσύνης πλήρεις βοῶσι πρὸς σέ· Σὺ βα­σιλεὺς ἡμῶν, σὺ ἄρχων, σὺ καὶ κριτής, ὅτι ἡ δι­και­ο­σύνη σου εἰς τὸν αἰῶνα ἔσται καὶ τὸ σωτήριόν σου εἰς γε­νεὰς γενεῶν. Τὰς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καὶ τὰς τρίβους σου δίδαξον ἡμᾶς· νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησον πάντας ἡμᾶς, τοὺς ἄρχοντας καὶ τὸν λαόν, ἐπὶ τὴν ἀλήθειάν σου, ὅτι ἔτι πολλοὶ κυκλόθεν οἱ ἐχθροὶ ἡμῶν, καὶ μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ. ῎Ετι δὲ καὶ ὑπὲρ τῶν ψυχῶν τῶν μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά σου, Κύριε, ἵνα αὐλισθῶσιν ἐν ἀγαθοῖς καὶ ἀναπαύσωνται ἐν σκηναῖς δικαίων καὶ τὰ ὀστᾶ αὐτῶν ὡς βοτάνη ἀνατείλῃ, ἵνα οἵ τε ζῶντες καὶ οἱ ἐπ᾿ ἐλπίδι ἀναστάσεως κεκοιμημένοι εὐ­χαριστίαν καὶ δόξαν προσφέρομέν σοι τῷ Κυρίῳ τῆς ζωῆς καὶ τοῦ θανάτου εἰς τοὺς αἰῶνας.
Ἀπόλυσις

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου