Τετάρτη 2 Ιανουαρίου 2013

ΧΡΙΣΤΟΣ-ΕΛΛΑΔΑ

Απόσπασμα από την Δοξολογία της Εκκλησίας μας "επί τω νέω έτει":
"Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐ­ξουσίᾳ θέμενος, ὁ ἄναρχος καὶ ἀτελεύτητος καὶ ἐπέκεινα παν­τὸς χρόνου νοούμενός τε καὶ ὑπάρχων, ὁ πάσης ἐκτὸς με­ταβολῆς τε τῶν ὄν­των καὶ ἀλλοιώσεως, ὁ τὸν πάντα χρό­νον τόν τε γεγονότα τόν τε ὄντα καὶ τὸν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνι­αυ­τὸν τοῦ πλούτου τῆς χρηστότητός σου εἰσελθεῖν, αὐτός, παν­ά­γαθε Δέσποτα, τὴν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐ­λόγησον· ὄμβρους εἰρηνικοὺς πρὸς καρποφορίαν τῇ γῇ δώ­ρη­σαι· τοὺς ἀέρας ὑγιεινοὺς καὶ εὐκράτους ἀνθρώποις τε καὶ κτήνεσι κατασκεύασον· δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ βε­βαίᾳ τὸν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτὶ τῶν ἐντολῶν σου εὐ­σχη­μό­νως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας· τὸ εὐσεβὲς ἡμῶν ἔθνος τῇ δυνάμει σου κραταίωσον· τοὺς Βασιλες ἡμῶν καὶ τὸν φιλόχριστον ἡμῶν στρατόν τῇ κραται σου χειρ στερέωσον, κράτυνον, ἐνίσχυσον καὶ ἐνδυ­νάμωσον· τὴν νεότητα παιδα­γώ­γη­σον· τὸ γῆρας περικράτη­σον· τοὺς ἐν ἀνεργίᾳ καὶ πτωχείᾳ ἀποκατάστησον· τοὺς ὀλιγοψύχους παρα­μύ­θη­σον· τοὺς ἐσκορπισμένους ἐπι­συνάγαγε· τοὺς πεπλα­νημένους ἐπανά­γα­γε καὶ σύναψον τῇ ἁγίᾳ σου ᾿Εκκλησίᾳ, ἣν τῇ θείᾳ σου χά­ρι­τι καλῶς διαφύλαξον· ἐλθέτω ἐφ᾿ ἡμᾶς, Κύριε, ἡ βα­σιλεία σου, βασιλεία ἀγάπης, χρηστότητος, δι­και­οσύνης καὶ εἰ­ρήνης, καὶ ἀξίωσον ἡμᾶς ἐν ἑνὶ στόματι καὶ μιᾷ καρ­δί­ᾳ ὑμνεῖν σε καὶ δοξάζειν σε τὸν ἐν Τριάδι ἄναρχον καὶ αἰ­ώ­νι­ον Θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων ".

Μ΄ αυτήν την ευχή ξεκινούν οι νέες αναρτήσεις μας για το 2013. Ο ΘΕΟΣ είθε να ευλογήσει το νέο αυτό έτος και μας ελεήσει. Το έτος προοιωνίζεται δύσκολο αλλά πρέπει να είμεθα σε επαγρύπνηση και να αγωνιστούμε με 2 σημαίες-φάρους-οδηγούς για κάθε Ορθόδοξο Έλληνα: Η μία Σημαία θα γράφει ΧΡΙΣΤΟΣ και η άλλη ΕΛΛΑΔΑ.
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου