Παρασκευή 10 Φεβρουαρίου 2012

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΦΑΝΟΥΡΙΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως λέγομεν τόν Ψαλμόν ΡΜΒ΄ (142)

Κύριε, εἰσάκουσoν τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ´ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπί σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου· Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.

Ἦχος δ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ τοῦ Σωτῆρος εὐκλεεῖ ἀθλοφόρῳ, καὶ τῶν Ῥοδίων ἀκραιφνεῖ πολιούχῳ, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες, Ἅγιε Φανούριε, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι τοὺς δούλους σου, τοὺς τιμῶντάς σε πόθῳ, σὺ γὰρ θεόθεν δέδοσαι ἡμῖν, θεῖος προστάτης, καὶ φύλαξ σωτήριος.


Δόξα Πατρὶ και Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τῷ τοῦ Σωτῆρος εὐκλεεῖ ἀθλοφόρῳ, καὶ τῶν Ῥοδίων ἀκραιφνεῖ πολιούχῳ, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες, Ἅγιε Φανούριε, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι τοὺς δούλους σου, τοὺς τιμῶντάς σε πόθῳ, σὺ γὰρ θεόθεν δέδοσαι ἡμῖν, θεῖος προστάτης, καὶ φύλαξ σωτήριος.


Καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.


Ὁ Ν´ (50ος) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ´ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Καὶ ἀρχόμεθα τοῦ Κανόνος.

Ὠδὴ α´.Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Φωνῆς στεναγμοῦ μου ὡς συμπαθής, Φανούριε Μάρτυς, ἐνωτίσθητι εὐμενῶς, καὶ λῦσον παθῶν τὴν καταιγίδα, τὴν ἐπελθοῦσαν δεινῶς τῇ καρδίᾳ μου.

Ῥανίσι τῶν θείων σου πρεσβειῶν, ψυχῆς μου τὰ ἕλκη, ἐναπόπλυνον Ἀθλητά, καὶ σβέσον τοῦ σώματος τὴν νόσον, ταῖς ἐπομβρίαις τῆς σῆς ἀντιλήψεως.

Ὁλόσωμον δέδεγμαι τὴν πληγήν, ἐχθροῦ ταῖς βολῖσι, καὶ νενέκρωμαι τὴν ψυχήν, σὺ οὖν θεραπεύεις με Μάρτυς, πρὸς ζωηφόρους ὁδοὺς κατευθύνων με.

Ὑπάρχων ἀνάπλεως φωτισμοῦ, Φανούριε Μάρτυς, ὡς διάκονος τοῦ φωτός, νοός μου ἀπέλασον τὸ σκότος, καὶ ἀρετῶν τῷ φωτί με καταύγασον.

Θεοτοκίον.
Ῥημάτων ἐξεπλήρωσας νομικῶν, ὡράθης Παρθένε, ὡς γεννήσασα τὸν Θεόν, τὸν πάλαι λαλήσαντα ἐν νόμῳ, δι´αἰνιγμάτων καὶ τύπων Πανάμωμε.


Ὠδὴ γ´. Οὐρανίας ἀψῖδος.
Ἐμπεσὼν τῷ πελάγει, τῶν πειρασμῶν ἔνδοξε, τῷ τῆς ἀπωλείας πυθμένι, ἤδη καθέλκομαι, σὺ μὲ κυβέρνησον, πρὸς σωτηρίας λιμένα, οἷα κυβερνήτης μου, σοφὲ πανάριστος.

Ἱλασμὸς γενηθήτω, καὶ τῶν κακῶν λύτρωσις, ἡ μαρτυρική σου πρεσβεία, Μάρτυς Φανούριε, τοῖς προσιοῦσι σοι, καὶ ὁλικῶς ἀφορῶσι, πρὸς τὴν ὀξυτάτην σου, μάκαρ προμήθειαν.

Μαρτυρίου τὴν τρίβον, πανευκλεῶς ὥδευσας, ὅθεν πρὸς ὁδὸν μαρτυρίου, τοῦ σὲ δοξάσαντος, κἀμὲ ὁδήγησον, τὸν ἐν αἱρέσεσι Μάρτυς, πάσης παραβάσεως, περιπλανώμενον.

Θεοτοκίον.
Ἐπουράνιε πύλη, δι´ἧς ἡμῖν ἔλαμψεν, ὁ Δημιουργὸς τῶν ἁπάντων, καθάπερ ἄνθρωπος, πύλας μοι ἄνοιξον, τῆς ἀληθοῦς μετανοίας, καὶ πυλῶν με λύτρωσαι, τοῦ ᾅδου Δέσποινα.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθλοφόρε, ὅτι πάντες τῇ σῇ πρεσβείᾳ προστρέχομεν, ἵνα ῥυσθῶμεν Φανούριε πάσης βλάβης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα μνημονεύει ὁ ἱερεύς, δι´ οὓς ἡ παράκλησις γίνεται.

Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.

Πλεόντων σωτήρ, ἀδικουμένων σύμμαχος, πενθούντων χαρά, καὶ αἰχμαλώτων λύτρωσις, δεικνύμενος Φανούριε, ὡς ταχὺς ὀρθοδόξων ἐπίκουρος, μὴ διαλίπῃς ἀτρώτους τηρεῖν, ἐκ τῶν βελῶν τοῦ ἀλάστορος τοὺς δούλους σου.


Ὠδὴ δ´. Εἰσακήκοα Κύριε.
Τὴν λιθώδη καρδίαν μου, καὶ πεπωρωμένην ψυχὴν κατάνυξον, ὁ τῶν λίθων τὰ προσκρούματα, Μάρτυς ὑπομείνας ὥσπερ ἄσαρκος.

Ἀναβλύζεις ἑκάστοτε, τὰ τῶν ἱαμάτων θεῖα χαρίσματα, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, καὶ τῶν νοσημάτων ἐξαίρεις καύσονα.

Ἰατήριον ἄμισθον, τοῖς ἐν ἀσθενείαις γενοῦ Φανούριε, καὶ τοῖς πάσχουσιν ἀντίληψις, καὶ τοῖς αἰχμαλώτοις ἀπολύτρωσις.

Σωτηρίας ἱμάτιον, ἐν τῇ ἀπεκδύσει σαρκὸς ἠμφίεσαι, ὅθεν ἔνδυσον Φανούριε, τὴν γεγυμνωμένην ψυχήν μου χάριτι.

Θεοτοκίον.
Στάμνος ἔμψυχος πέφηνας, τῆς ζωῆς τὸ μάννα κόσμῳ πηγάσασα, τὸν ζωώσαντα τὸν ἄνθρωπον, καὶ τὴν ἁμαρτίαν θανατώσαντα.


Ὠδὴ ε´. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμᾶς, ἐποπτεύεις ἐκλυτρούμενος, ἐκ παντοίων ἀναγκῶν καὶ συμφορῶν, τοὺς ἐν πίστει εὐφημοῦντάς σε Φανούριε.

Ἵλεων ἡμῖν, τῇ ἐνθέρμῳ μεσιτείᾳ σου, τοῦ ἐλέους Ἀθλητὰ τὸν θελητὴν, ἀπεργάζου τοῖς ἀφρόνως ἁμαρτάνουσι.

Σώματος πληγάς, ἐνεγκὼν στεῤῥῶς Φανούριε, ἰατρεύεις τῶν σωμάτων καὶ ψυχῶν, ἀῤῥωστίας καὶ ὀδύνας Θείῳ Πνεύματι.

Θεοτοκίον.
Φέγγος ἀστραπῆς, τοῦ υἱοῦ σου Κόρη ἔλαμψε, τοὺς ἐν σκότει καθημένους καὶ σκιᾷ, καὶ ζωῆς τὰς φωταυγείας ἐδωρήσατο.


Ὠδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ἀνάγκας σου τῆς ψυχῆς τὸν ἔρωτα, ὡς λαμπάδα πρὸς Χριστὸν Ἀθλοφόρε καταναλίσκεις τῆς πλάνης τὴν ὕλην, καὶ καταθάλπεις πιστῶν τὰ φρονήματα, διὸ κατάφλεξον κἀμοῦ, τὰ σαθρὰ καὶ γεώδη νοήματα.

Νεκρώσεως τῷ καρπῷ ἐζώγρημαι, καὶ τοῦ θείου ἀπεῤῥίφθην νυμφῶνος, τὰ τῆς φθορᾶς περικείμενος φύλλα, καὶ τοῦ θανάτου προφέρων τὴν ἄκανθαν, σὺ οὖν με ζώωσον σοφέ, καὶ τῆς πρώην με δόξης ἀξίωσον.

Ὁλόκληρον σεαυτὸν προσήγαγες, τῷ Δεσπότῃ προσφορὰν καὶ θυσίαν, ὅθεν κἀμὲ ἐνδυνάμωσον Μάρτυς· αὐτῷ λατρεῦσαι ὁσίως Φανούριε, καὶ θῦσαι τούτῳ καθαρῶς, καθαρᾶς πολιτείας ἀκρότητα.

Θεοτοκίον.
Ὑψαύχενα δυσμενῆ ὑπόταξον, ταῖς ποσὶν ἡμῶν Πανάμωμε Κόρη, ἡ τὴν πεσοῦσαν ὑψώσασα φύσιν, τῇ ὑψηλῇ καὶ ἀῤῥήτῳ κυήσει σου, καὶ ταπεινώσασα ἐχθροῦ, ἐπηρμένου μετέωρον φρόνημα.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Άθλοφόρε, ὅτι πάντες τῇ σῇ πρεσβείᾳ προστρέχομεν, ἵνα ῥυσθῶμεν Φανούριε πάσης βλάβης.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Εἶτα μνημονεύει ὁ ἱερεύς, δι´ οὓς ἡ παράκλησις γίνεται.

Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Ὑπερήφανον ὄμμα κατέβαλες, τῇ γενναίᾳ ἀθλήσει σου ἔνδοξε, ἐξ οὗ ἀπάλλαξον καὶ ἡμᾶς, τῆς ἐνεργείας Ἀθλητά, ἵνα ἡσύχιον ζωήν, ἐν ὁμονοίᾳ ἀγαστῇ, οἱ βοῶντες διάγωμεν, πλήρωσον τὰς αἰτήσεις, καὶ ἔμπλησον εὐφροσύνης, τοὺς προσιόντάς σοι, πιστῶς, ὦ Φανούριε πανθαύμαστε.

Καὶ εὐθὺς τὸ Προκείμενον·

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (ι´32-36, ια´ 1)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ´ἄν ἀρνήσηταί με ἔμπροσθεν τοῦ Πατρός μου, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα Μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν, τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.

Δόξα Πατρὶ και Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός.


Καὶ τὸ παρὸν Προσόμοιον.

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Ῥόδον ὡς μυρίπνοον, καὶ θησαυρὸς ζωηφόρος, ἐν Ῥόδῳ κρυπτόμενος, Μάρτυς πεφανέρωσαι τοῖς ἱκέταις σου, καὶ ζωῆς ἔμπνευσας, τὰς ὀσμὰς ἐν κόσμῳ, καὶ ὀσμὴν θανάτου ἤλασας, καὶ ἀπεδίωξας, τὰς δυσώδεις νόσους Φανούριε, ὧν περ τῆς λύμης λύτρωσαι, τοὺς σοὶ προσιόντας ἐκ πίστεως, πάσης ἐπηρείας, καὶ βλάβης καὶ μανίας ἀπηνοῦς, διαφυλάττων μακάριε, τοὺς προσκαλουμένους σε.


Ὠδὴ ζ´. Παῖδες Ἑβραίων.
Ῥείθροις τῶν θείων σου θαυμάτων, ἀποξήρανον βυθὸν τῶν παθημάτων, καὶ πρὸς ὕδωρ τροφῆς, ἐξ αὐχμηρᾶς ἐρήμου, ὁδήγησον Φανούριε, τοὺς πιστῶς σε ἀνυμνοῦντας.

Ἴδοιμι ὥρᾳ τῆς ἀνάγκης, σὲ συλλήπτορα καὶ θεῖον ἀρωγόν μου, τὰ λυποῦντα ταχύ, σκεδάζοντα παμμάκαρ, καὶ θείαν μοι δωρούμενον, λύτρωσιν καὶ εὐφροσύνην.

Ἔλαμψας Μάρτυς ἐν τῇ Ῥόδῳ, ὡς νεόφωτον καὶ φωτοφόρον ἄστρον, ἰαμάτων αὐγάς, καὶ φέγγος χαρισμάτων, ἀστράπτον τοῖς καθεύδουσιν, ἐν τῷ σκότει τῆς ἀπάτης.

Θεοτοκίον.
Πῖον καὶ σύσκιον ὡράθης, καὶ ἀλάξευτον καὶ φωτοφόρον ὄρος, οἷς ἐν τύποις ποτέ, ἐλάλησεν ὁ λόγος, ὧν βλέποντες τὴν ἔκτασιν, εὐφημοῦμέν σε Παρθένε.


Ὠδὴ η´. Τὸν ἐν Ὄρει ἁγίῳ.
Ῥυπτικῇ σου πρεσβείᾳ ἐκκαθαίρεις, τῶν ψυχῶν τὰς οὐλὰς, καὶ καρδιῶν τὰ βάρη, καὶ ἀλγηδόνας παύεις τὰς τοῦ σώματος, καὶ βραβεύεις πᾶσι, κατ´ἄμφω εὐρωστίαν Φανούριε θεόφρον.

Ἐν καμίνῳ βληθεὶς οὐ κατεφλέχθης, τῆς ζωῆς γὰρ ὡς πῦρ, ἐκέκτησο τὸ ὕδωρ, ἀλλὰ κἀμοῦ κατάφλεξον Φανούριε, τὰς δεινὰς προλήψεις καὶ τὰς ἐνθυμήσεις, ὥσπερ ἀγροῦ καλάμην.

Στρατευθεὶς τῷ καλέσαντί σε λόγῳ ἠγωνίσω λαμπρῶς, κατὰ τῆς ἀνομίας, ὅθεν κἀμὲ τῆς κλήσεως ᾗ κέκλημαι, ἄξιον ἐργάτην, ἀνάδειξον παμμάκαρ, εὐχαῖς σου εὐπροσδέκτοις.

Θεοτοκίον.
Βασιλείας οἰκήτοράς με δεῖξον, τῆς ἀλήκτου Ἁγνή, ὡς τέξασα ἀσπόρως, τὸν βασιλέα πάντων καὶ Δεσπόζοντα, οὗ ἡ βασιλεία, βασιλεία πύλη, ἁπάντων τῶν αἰώνων.


Ὠδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐλαίῳ τῶν ἀγώνων σου Ἀθλητά, ἱλαρύνεις ἡμῶν τὴν διάνοιαν, καὶ ψυχικά, ἕλκη τε καὶ μώλωπας χαλεπούς, ἀνακαθαίρεις πάντοτε, καὶ τὰ τῶν σωμάτων ὀδυνηρά, νοσήματα ἰᾶσαι, ὡς χάριν κεκτημένος, παρὰ Θεοῦ Μάρτυς Φανούριε.

Ἰσχύϊ ἀριστεύσας παντουργικῇ, τοῦ ἐχθροῦ εἰς ἀνίσχυρον φρύαγμα, τὸ καθ´ἡμῶν, σβέσον Ἀθλοφόρε ὁλοσχερῶς, καὶ σθένος καὶ κραταίωμα, καὶ ἰσχύος πύργος διαπαντός, γενοῦ τοῖς σοῖς ἱκέταις, Φανούριε παμμάκαρ, τῶν ἀθλοφόρων ἐγκαλλώπισμα.

Ἀκοίμητος προστάτης καὶ ἀρωγός, ἀντιλήπτωρ γενοῦ καὶ ὑπέρμαχος, καὶ βοηθός, τοῖς προσκαλουμένοις εἰλικρινῶς, τὸ ἱερόν σου ὄνομα, Μάρτυς Ἀθλοφόρε θαυματουργέ, ἐξ ἔριδος καὶ φθόνου, ἀπάτης τε καὶ δόλου, ἡμᾶς ῥυόμενος Φανούριε.

Ἰλύος κἀμὲ ὕψωσον ἐμπαθοῦς, καὶ πικρᾶς συνηθείας Φανούριε, ᾗ ἐκ παιδός, εἴκων ἐγεώργησα τοὺς καρπούς, τῆς ἁμαρτίας, Ἅγιε, ψυχῇ τε καὶ σώματι ῥυπωθείς, μὴ με παρίδῃς Μάρτυς, σὺ γὰρ τῶν ἐν ἀνάγκαις, ὁ ἑτοιμότατος ἐπίκουρος.

Θεοτοκίον.
Σκηνὴ ἡ πολυώνυμος τοῦ Θεοῦ, ἡ περίδοξος πόλις τοῦ Κτίσαντος, ἐν ᾗ Χριστός, εἴργασται θαυμάσια φοβερά, τὸν γὰρ Ἀδὰμ ἀνέλαβε, τοῦτον ἀναπλάσας ἐκ τῆς ἀρᾶς, σὺ εἶ Παρθενομῆτορ, διὸ μὴ στερηθείην, τῆς προστασίας σου ὁ ἄθλιος.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῶν ἰαμάτων ὁ χειμάῤῥους ὁ δαψιλής, χαίροις τῶν Ῥοδίων, ὁ μέγας πολιοῦχος, Φανούριε ἀξίως ἀντιδεδόξασαι.

Τὶς τῶν παλαισμάτων σου τὴν πληθύν, ἐξείπῃ ἀξίως καὶ τῶν πόνων τὸ καρτερόν; σὺ γὰρ τῶν βασάνων, τὰ εἴδη καθυπέστης, ὡς ἄσαρκος νεκρώσας τὸν παναλάστορα.

Ὡς ἄστρον ἐν Ῥόδῳ ἀρτιφανές, Φανούριε ὤφθης, εἰ καὶ ἤθλησας πρὸ πολλοῦ, καὶ καταφωτίζεις πιστῶν τὰς διανοίας, βολαῖς τῶν σῶν ἀπείρων θαυμάτων ἔνδοξε.

Πυρὸς ἀκμαιότερος ἀληθῶς, καὶ σιδήρου Μάρτυς, εὐτονώτερος ὁραθείς, τὴν οἰκονομίαν ἐτράνωσας τοῦ λόγου, τοῖς ἔργοις βεβαιώσας ὃ ἀνεκήρυξας.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῷ ναῷ σου, καὶ αἰτοῦντας ἀπὸ ψυχῆς, λύσιν ὀφλημάτων, καὶ ῥῶσιν καὶ ὑγείαν, μὴ παύσῃ ἐποπτεύων, παραμυθούμενος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης· Ἀμήν.


Ἦχος δ´. Βασίλειον διάδημα.
Οὐράνιον ἐφύμνιον ἐν γῇ τελεῖται λαμπρῶς ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, Ἀγγέλων πολίτευμα, ἄνωθεν ὑμνῳδίαις, εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησία, τὴν οὐράνιον δόξαν, ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς, Φανούριε, ἔνδοξε.


Δέσποινα πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού φύλαξόν με υπό την σκέπην σου.

Δι’ ευχών των αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον και σώσον ημάς. Αμήν!

Μετὰ δὲ ταύτην, τὸ Προσόμοιον·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Ὤφθης ὥσπερ λύχνος φαεινός, Μάρτυς ἐναθλήσας νομίμως, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ὅθεν σοῦ δεόμεθα, μακρὰν ἀπέλασον, ἐξ ἡμῶν ταῖς πρεσβείαις σου, παθῶν τὴν ὁμίχλην, καὶ τῶν περιστάσεων, πικρὰν σκοτόμαιναν, φέγγος δὲ ἀνάτειλον πᾶσι, θείας θυμηδίας καὶ δόξης, ἀξιομακάριστε Φανούριε.

Ὁ Ἱερεύς· Δι´ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ χορός· Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου