Οι ευχές αυτές λέγονται μυστικώς από τον Ιερέα στην Ακολουθία του Όρθρου κατά την ώρα που αναγιγνώσκεται από τον Αναγνώστη ή τον Αρχιερέα ο Εξάψαλμος. Οι ευχές αυτές μπορούν να ειπωθούν και από μας τους αμαρτωλούς δούλους του ΘΕΟΥ για να ευλογήσει την ημέρα μας:
ΕΥΧΗ Α’
Εὐχαριστοῦμεν σοι, Κύριε, ὁ Θεὸς
ἡμῶν, τῷ ἐξαναστήσαντι ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν, καὶ ἐμβαλόντι εἰς τὸ στόμα ἡμῶν
λόγον αἰνέσεως, τοῦ προσκυνεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα σου τὸ ἅγιον· καὶ
δεόμεθα τοῖς σοῖς οἰκτιρμοῖς, οἷς πάντοτε ἐχρήσω περὶ τὴν ἡμετέραν ζωήν. Καὶ νῦν
ἐξαπόστειλον τὴν βοήθειάν σου ἐπὶ τοὺς ἑστῶτας πρὸ προσώπου τῆς ἁγίας δόξης σου
και ἀπεκδεχομένους τὸ παρὰ σου πλούσιον ἔλεος καὶ δὸς αὐτοῖς μετὰ φόβου καὶ
ἀγάπης πάντοτε σοι λατρεύειν, αἰνεῖν, ὑμνεῖν, προσκυνεῖν, τὴν ἀνεκδιήγητόν σου
ἀγαθότητα.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ
καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Β’
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν
πρὸς σέ, ὁ Θεὸς ἡμῶν,
διότι φῶς τὰ προστάγματά σου ἐπι τῆς
γῆς· δικαιοσύνην καὶ ἁγιασμὸν ἐπιτελεῖν ἐν τῷ φόβῳ σου,
συνέτισον ἡμᾶς· σὲ γὰρ δοξάζομεν τὸν ὄντως ὄντα Θεὸν ἡμῶν. Κλῖνον τὸ οὗς
σου καὶ ἐπάκουσον ἡμῶν· καὶ μνήσθητι, Κύριε, τῶν συμπαρόντων καὶ συνευχομένων ἡμῖν πάντων κατ᾽ ὄνομα καὶ σῶσον αὐτοὺς τῇ δυνάμει σου· ἐυλόγησον τὸν λαόν σου
καὶ ἁγίασον τὴν κληρονομίαν σου· εἰρήνην τῷ κόσμῳ σου
δώρησαι, ταῖς ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν, ἡμῶν καὶ παντὶ
τῷ λαῷ σου.
Ὅτι
ηὐλόγηται καὶ δεδόξασται τὸ
πάντιμον καὶ μεγαλοπρεπὲς
ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ
Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Γ’
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν
πρὸς σέ ὁ Θεὸς, διότι
φῶς τὰ προστάγματα σου. Δίδαξον ἡμᾶς, ὁ Θεὸς, τὴν
δικαιοσύνην σου, τὰς ἐντολάς σου καὶ τὰ
δικαιώματά σου· φώτισον τοὺς ὀφθαμοὺς τῶν διανοιῶν ἡμῶν, μήποτε ὑπνώσωμεν ἐν ἁμαρτίαις εις θάνατον· ἀπέλασον πάντα ζόφον ἀπὸ τῶν
καρδιῶν ἡμῶν· χάρισαι ἡμῖν τὸν τῆς δικαιοσύνης ἥλιον καὶ ἀνεπηρέαστον τὴν ζωὴν ἡμῶν
διαφύλαξον ἐν τῇ σφραγῖδι τοῦ ἁγίου σου
Πνεύματος· κατεύθυνον τὰ διαβήματα ἡμῶν εἰς ὁδὸν
εἰρήνης· δὸς ἡμῖν ἰδεῖν τὸν
ὄρθρον καὶ τὴν ἡμέραν ἐν
ἀγαλλιάσει, ἵνα σοι τὰς ἑωθινὰς ἀναπέμπωμεν εὐχάς.
Ὅτι σὸν τὸ κράτος
καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ
ἡ δύναμις καὶ ἡ δόξα,
τοῦ Πατρὸς καί τοῦ Υἱοῦ
καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χορὸς Ἀμήν.
ΕΥΧΗ Δ’
Δέσποτα ὁ Θεὸς, ὁ ἅγιος καὶ
ἀκατάληπτος, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὁ ἀναπαύσας ἡμᾶς ἐν τῷ τῆς νυκτὸς
ὕπνῳ καὶ διαναστήσας πρὸς δοξολογίαν καὶ ἱκεσίαν τῆς σῆς ἀγαθότητος,
δυσωπούμενος ὑπο τῆς ἰδίας σου εὐσπλαγχνίας, πρόσδεξαι ἡμᾶς καὶ νῦν
προσκυνοῦντάς σε καὶ κατὰ δύναμιν εὐχαριστοῦντάς σοι καὶ δώρησαι ἡμῖν πάντα τὰ
πρὸς σωτηρίαν αἰτήματα· ἀνάδειξον ἡμᾶς υἱοὺς φωτὸς καὶ ἡμέρας καὶ κληρονόμους
τῶν αἰωνίων σου ἀγαθῶν. Μνήσθητι, Κύριε, ἐν τῷ πλήθει τῶν οἰκτιρμῶν σου καὶ
παντὸς τοῦ λαοῦ σου, τῶν συμπαρόντων καὶ συνευχομένων ἡμῖν καὶ πάντων τῶν
ἀδελφῶν ἡμῶν, τῶν ἐν γῇ, τῶν ἐν θαλάσσῃ, τῶν ἐν παντὶ τόπω τῆς δεσποτείας σου
δεομένων τῆς σῆς φιλανθρωπίας καὶ βοηθείας, καὶ πᾶσι χορήγησον τὸ μέγα σου
ἔλεος.
Ἵνα, σεσωσμένοι ψυχῇ τε καὶ
σώματι πάντοτε διαμένοντες, μετὰ παῤῥησίας δοξάζωμεν τὸ θαυμαστὸν καὶ
εὐλογημένον ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ε’
Ἀγαθῶν θησαυρέ, πηγὴ ἀέναος,
Πάτερ ἅγιε, θαυμαστοποιέ, παντοδύναμε καὶ παντοκράτορ, πάντες σὲ προσκυνοῦμεν
καὶ σοῦ δεόμεθα, τὰ σὰ ἐλέη καὶ τοὺς σοὺς οἰκτιρμοὺς ἐπικαλούμενοι εἰς βοήθειαν
καὶ ἀντίληψιν τῆς ἡμετέρας ταπεινώσεως. Μνήσθητι, Κύριε, τῶν σῶν ἱκετῶν·
πρόσδεξαι πάντων ἡμῶν τὰς ἑωθινας δεήσεις, ὡς θυμίαμα ἐνώπιον σου, καὶ μηδένα
ἡμῶν ἀδόκιμον ποιήσης, ἀλλά πάντας ἡμᾶς περιποίησαι διὰ τῶν οἰκτιρμῶν σου.
Μνήσθητι, Κύριε, τῶν ἀγρυπνούντων καὶ ψαλλόντων εἰς δόξαν σὴν καὶ τοῦ μονογενοῦς
σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν καὶ τοῦ ἁγίου σου Πνεύματος. Γενοῦ αὐτῶν βοηθὸς καὶ
ἀντιλήπτωρ· πρόσδεξαι αὐτῶν τὰς ἱκεσίας εἰς τὸ ὑπερουράνιον καὶ νοερόν σου
θυσιαστήριον.
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ
τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΣΤ’
Εὐχαριστουμέν σοι, Κύριε ὁ Θεὸς
τῶν σωτηρίων ἡμῶν, ὅτι πάντα ποιεῖς εἰς εὐεργεσίαν τῆς ζωῆς ἡμῶν, ἵνα διὰ παντὸς
πρὸς σὲ ἀποβλέπωμεν, τὸν σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν· ὅτι
διανέπαυσας ἡμᾶς ἐν τῷ παρελθόντι τῆς νυκτὸς μέτρῳ καὶ ἐξήγειρας ἡμᾶς ἐκ τῶν
κοιτῶν ἡμῶν καὶ ἔστησας εἰς προσκύνησιν τοῦ τιμίου ὀνόματός σου. Διὸ δεόμεθά
σου, Κύριε· δὸς ἡμῖν χάριν καὶ δύναμιν, ἵνα καταξιωθῶμεν ψάλλειν σοι συνετῶς καὶ
προσεύχεσθαι ἀδιαλείπτως ἐν φόβῳ καὶ τρόμῳ, τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι,
διὰ τῆς ἀντιλήψεως τοῦ Χριστοῦ σου. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν νυκτὶ πρὸς σὲ
βοώντων· ἐπάκουσον αὐτῶν καὶ ἐλέησον καὶ σύντριψον ὑπὸ τοὺς πόδας αὐτῶν τοὺς
ἀοράτους καὶ πολεμίους ἐχθρούς.
Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης
καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ
τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ΕΥΧΗ Ζ’
Ὁ Θεὸς καὶ Πατηρ τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, ὁ ἐξαναστήσας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἐπισυναγαγὼν ἐπὶ τὴν
ὥραν τῆς προσευχῆς, δὸς ἡμῖν χάριν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν καὶ πρόσδεξαι
ἡμῶν τὰς κατὰ δύναμιν εὐχαριστίας· καὶ δίδαξον ἡμᾶς τὰ δικαιώματά σου, ὅτι
προσεύξασθαι καθ᾽ ὅ δεῖ οὐκ οἴδαμεν, ἐὰν μὴ σύ, Κύριε, τῷ Πνεύματι σου τῷ ἁγίῳ
ὁδηγήσης ἡμᾶς. Διό, δεόμεθα σου· εἴ τι ἡμάρτομεν μέχρι τῆς παρούσης ὥρας, ἐν
λόγω ἤ ἔργω ἤ κατὰ διάνοιαν, ἑκουσίως ἤ ἀκουσίως, ἄνες, ἄφες, συγχώρησον· ἐὰν
γὰρ ἀνομίας παρατηρήσης, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ἡ
ἀπολύτρωσις. Σὺ εἶ μόνος ἅγιος, βοηθός, κραταιὸς ὑπερασπιστης τῆς ζωῆς ἡμῶν καὶ
ἐν σοὶ ἡ ὕμνησις ἡμῶν διαπαντός.
Εἴη τὸ κράτος τῆς βασιλείας σου
εὐλογημένον καὶ δεδοξασμένον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Η’
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν τοῦ
ὕπνου ῥᾳθυμίαν ἀποσκεδάσας ἀφ᾽ ἡμῶν, καὶ συγκαλέσας ἡμᾶς κλήσει ἁγία, τοῦ καὶ ἐν
νυκτὶ ἐπάραι τὰς χεῖρας ἡμῶν καὶ ἐξομολογεῖσθαι σοι ἐπὶ τὰ κρίματα τῆς
δικαιωσύνης σου, πρόσδεξαι τὰς δεήσεις ἡμῶν, τὰς ἐντεύξεις, τὰς ἐξομολογήσεις,
τὰς νυκτερινὰς λατρείας· καὶ χάρισαι ἡμῖν, ὁ Θεὸς, πίστιν ἀκαταίσχυντον, ἐλπίδα
βεβαίαν, ἀγάπην ἀνυπόκριτον· εὐλόγησον ἡμῶν εἰσόδους καὶ ἐξόδους, πράξεις, ἔργα,
λόγους, ἐνθυμήσεις· καὶ δὸς ἡμῖν καταντῆσαι εἰς τὰς ἀρχὰς τῆς ἡμέρας, αἰνοῦντας,
ὑμνοῦντας, εὐλογοῦντας τῆς σῆς ἀφράστου χρηστότητος τὴν ἀγαθότητα.
Ὅτι ηὐλόγηταί τὸ πανάγιον σου
ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Θ’
Λάμψον, Δέσποτα φιλάνθρωπε, ἐν
ταῖς καρδίαις ἡμῶν, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας
ἡμῶν διάνοιξον ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων
κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα πάσας τὰς
σαρκικὰς ἐπιθυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ
πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες.
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ
σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ
Ι’
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν διὰ
μετανοίας ἄφεσιν τοῖς ἀνθρώποις δωρησάμενος καὶ τύπον ἡμῖν ἐπιγνώσεως
ἀμαρτημάτων καὶ ἐξομολογήσεως τὴν τοῦ προφήτου Δαυΐδ μετάνοιαν πρὸς συγχώρησιν
ὑποδείξας· αὐτός, Δέσποτα, πολλοῖς ἡμᾶς καὶ μεγάλοις περιπεπτωκότας
πλημμελήμασιν, ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος, καὶ, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου, ἐξάλειψον τὰ ἀνομήματα ἡμῶν· ὅτι σοι ἡμάρτομεν, Κύριε, τῷ καὶ τὰ ἄδηλα καὶ
κρύφια τῆς καρδίας τῶν ἀνθρώπων γινώσκοντι καὶ μόνῳ ἔχοντι ἐξουσίαν ἀφιέναι
ἀμαρτίας. Καρδίαν δὲ καθαρὰν κτίσας ἐν ἡμῖν καὶ πνεύματι ἡγεμονικῷ στηρίξας ἡμᾶς
καὶ την ἀγαλλίασιν τοῦ σωτηρίου σου γνωρίσας ἡμῖν, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ
προσώπου σου· ἀλλ᾽ εὐδόκησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, μέχρι τῆς ἐσχάτης ἡμῶν
ἀναπνοῆς προσφέρειν σοι θυσίαν δικαιοσύνης καὶ ἀναφορὰν ἐν τοῖς ἁγίοις σου
θυσιαστηρίοις.
Ἐλέει, καὶ οἰκτιρμοίς, καὶ
φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾽ οὖ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ
ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ΕΥΧΗ ΙΑ’
Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ τας
νοερὰς καὶ λογικὰς ὑποστησάμενος δυνάμεις τῷ σῷ θελήματι, σοῦ δεόμεθα καὶ σὲ
ἱκετεύομεν, πρόσδεξαι ἡμῶν μετὰ τῶν κτισμάτων σου πάντων τὴν κατὰ δύναμιν
δοξολογίαν καὶ ταῖς πλουσίαις τῆς σῆς ἀγαθότητος ἀντάμειψαι δωρεαῖς· ὅτι σοὶ
κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα πνοὴ καὶ
κτίσις ὑμνεῖ τὴν ἀκατάληπτόν σου δόξαν· μόνος γὰρ εἶ Θεὸς ἀληθινὸς καὶ
πολυέλεος.
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις
τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΙΒ’
Αἰνοῦμεν, ὑμνοῦμεν, εὐλογοῦμεν
καὶ εὐχαριστοῦμεν σοι, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὅτι παρήγαγες τὴν σκιὰν τῆς
νυκτὸς καὶ ἔδειξας ἡμῖν πάλιν τὸ φῶς τῆς ἡμέρας· ἀλλ᾽ ἱκετεύομεν τὴν σὴν
ἀγαθότητα· ἱλάσθητι ταῖς ἀμαρτίαις ἡμῶν καὶ πρόσδεξαι τὴν δέησιν ἡμῶν ἐν τῇ
μεγάλῃ σου εὐσπλαγχνίᾳ, ὅτι πρὸς σὲ καταφεύγομεν, τὸν ἐλεήμονα καὶ παντοδύναμον
Θεόν· λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης σου·
φώτισον τὸν νοῦν ἡμῶν καὶ τὰς αἰσθήσεις ὅλας διατήρησον, ἵνα ὡς ἐν ἡμέρᾳ
εὐσχημόνως περιπατοῦντες τὴν ὁδὸν τῶν ἐντολῶν σου, καταντήσωμεν εἰς τὴν ζωὴν τὴν
αἰώνιον· ὅτι παρὰ σοί ἐστιν ἡ πηγὴ τῆς ζωῆς καὶ ἐν ἀπολαύσει γενέσθαι
καταξιωθῶμεν τοῦ ἀπροσίτου φωτός.
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ
τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου