Σάββατο 27 Μαΐου 2023

ΠΡΟΣΕΥΧΗ για την ΠΑΤΡΙΔΑ και τον ΒΑΣΙΛΙΑ

Μήνυμα τῆς τετραμελοῦς ἐπιτροπῆς τοῦ «Δημοκρατικοῦ Ἑλληνικοῦ Βασιλείου».

    Τόσο αυθόρμητα εκπήγασαν από μέσα μας αυτά τα προσευχητικά λόγια στον Κύριο και Θεό μας. Να προσευχόμαστε για την μετάνοιά μας ως Έθνος με δάκρυα, για την Πατρίδα μας, για τους Βασιλείς μας και πάνω από όλα να αξιωθούμε της Βασιλείας του Θεού.

  «Δέσποτα, Κύριε ὁ Θεὸς ἡμῶν, Παντοκράτορ, προσκυνητέ, ἄναρχε, ἀόρατε, ἀκατάληπτε, ἀπερίγραπτε, ἀναλλοίωτε, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος, τῆς ἐλπίδος ἡμῶν, πρόσδεξαι ἐν ταύτῃ τ ὥρᾳ ἐν καρδίᾳ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως τήν δέησιν ἠμῶν ὑπέρ τοῦ Ἔθνους καὶ τῆς Πατρίδος ἠμῶν.

    Ἐλθέτω ἡ βασίλεια Σου καὶ δίδαξον ἡμᾶς τὰ δικαιώματα τὰ Σὰ καὶ μὴ τὰ ἐμά.

    Μνήσθητι, Κύριε, τῶν εὐσεβεστάτων Βασιλέων ἡμῶν καὶ ἀξίωσον αὐτοὺς τοῦ βασιλεύειν καὶ πάλιν κατὰ τὸ θέλημά Σου ἐπὶ τὴν Πατρίδα ἡμῶν. Χάρισαι αὐτοῖς ὡς καὶ πᾶσαν τὴν βασιλικὴν οἰκογένειαν τοῦ Γένους ἡμῶν βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην, λάλησον εἰς τὴν καρδίαν αὐτῶν ἀγαθὰ ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου, ἵνα ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.

    Δός ἡμῖν, Κύριε ὁ Θεός ἠμῶν ἄνεσιν βίου, πάντα τὰ χρειώδη τῆς καθ' ἡμέραν ἐπὶ τῆς γῆς ἡμῶν διαβιώσεως, μετάνοιαν διὰ τὰς παραλείψεις καὶ ἁμαρτίας ἠμῶν, ἐλευθερίαν ἐκ τῶν πολλῶν δυσοιώνων λογισμῶν, πίστιν βεβαίαν πρός Σέ, ἐλπίδα ἐπὶ τὰ βελτίω τῶν ὀχληρῶν ἠμῶν καταστάσεων ἀκαταίσχυντον, χαρὰν ἐν ταῖς καρδίαις ἠμῶν σταθηρᾶν. Ἐξάγαγε ἠμᾶς ἐκ τῶν λυπηρῶν ἐπὶ τὰ θυμηδέστερα, ἐκ τῶν στενωπών τῆς ἀπελπισίας εἰς τὸν δίαυλον τοῦ θάρσους, ἐκ τῆς ὀλισθηρᾶς ὁδοῦ τῆς ἀπωλείας εἰς τὴν ἀτραπὸν τῆς σταθερότητος, ἐκ τῆς ἀπιστίας εἰς τὴν πίστιν, φανερῶν τοῖς πάσι τόν δρόμον τῆς ἀληθινῆς ζωῆς.

    Παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν, σβέσον τὰ φρυάγματα τῶν ἐθνῶν, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος.

    Ἀνάπαυσον, Κύριε, ἐν σκηναῖς τῶν δικαίων Σου τὸν κοιμηθέντα δοῦλον Σου Κωνσταντῖνον Βασιλέα, ὡς καὶ πάντας τοὺς Βασιλεῖς, Πατριάρχας, Ἀρχιερεῖς, Πρεσβυτέρους, Διακόνους, Μοναχούς, Μονάζουσας, γονεῖς, συγγενεῖς, συζύγους, τέκνα, ἀναδόχους καὶ κηδεμόνας, ὁμοεθνεῖς καὶ ἀλλοφύλους καὶ πᾶν ἁμάρτημα παρ' αὐτῶν πραχθὲν συγχώρησον ἐν τῇ μεγάλῃ καὶ ἀφάτῳ Σου φιλανθρωπίᾳ.

    Πάντας ἡμᾶς πρόσδεξαι εἰς τὴν βασιλείαν σου, υἱούς φωτὸς καὶ υἱοὺς ἡμέρας ἀναδείξας, τὴν σὴν εἰρήνην, καὶ τὴν σὴν ἀγάπην χάρισαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Γενέσθω, Κύριε, ἐν πᾶσι τὸ σὸν θέλημα, καὶ μὴ τὸ ἡμέτερον, ὅτι εὐλογητὸς εἶ σὺν τῷ Μονογενεῖ Σου Υίῷ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εὶς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».

2 σχόλια:

  1. Ακόμα και θεολόγοι πολεμούν την ΝΙΚΗ του διδασκάλου Δ.Νατσιού
    Άρθρο από το διαδίκτυο.(παραπέμπω σε link)


    https://fosfanariou.gr/index.php/2023/05/27/to-komma-niki-exei-rizes/

    ΑπάντησηΔιαγραφή
  2. Και ο Τατσόπουλος πολεμάει την Νίκη του κ.Δ.Νατσιού(λογικό γιατί είναι άθεος ο Τατσόπουλος-βλ. σχόλιο τατσόπουλου για την σειρά με τον βίο του Αγ.Παϊσίου-).
    Ελπίζω μόνο να μην φύγει αμετανόητος απ αυτόν τον κόσμο ο κ.Τατσόπουλος

    ΑπάντησηΔιαγραφή