Δευτέρα 24 Δεκεμβρίου 2012

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΩΡΩΝ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ


ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ
ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

ΩΡΑ ΠΡΩΤΗ
Ελογήσαντος τοερέως, λέγομεν. Βασιλεῦ οὐράνιε…, Τρισάγιον, Παναγία Τριάς…, Πάτερ ἡμῶν…, Ὅτι σοῦ ἐστιν…, Κύριε ἐλέησον, ιβ’. Δόξα πατρὶ… Καὶ νῦν…
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
κα τος πομένους ψαλμούς.
Ψαλμς ε’
Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε, τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωΐ παραστήσομαί σοι, καὶ ἐπόψει με, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνη σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεωγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, κρῖνον αὐτούς, ὁ Θεός. Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν, κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε. Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ, εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. Ὅτι σὺ εὐλογήσεις δίκαιον. Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
Ψαλμς ΜΔ’ (44)
ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων΄ ἐξεχύθη χάρις ἐν χείλεσίν σου΄ διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου Δυνατὲ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης΄ καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Τὰ βέλη σου ἠκονημένα, Δυνατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος΄ ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν΄ διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνων΄ ἐξ ὧν εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἄκουσον θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου΄ καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτὸς ἐστιν Κύριός σου καὶ προσκυνήσεις αὐτῷ. Καὶ θυγάτηρ Τύρου ἐν δώροις΄ τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει΄ ἀχθήσονται εἰς ναὸν Βασιλέως. Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν υἱοὶ σου, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ψαλμς ΜΕ’ (45)
Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ Θεοῦ΄ ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται΄ βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωΐ πρωΐ. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι ἔδωκε φωνὴν αὐτοῦ ἐσαλεύθη ἡ γῆ. Κύριος τῶν δυναμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακὼβ. Δεῦτε ἴδετε τὰ ἔργα κυρίου ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει καὶ συνθλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρὶ. Σχολάσατε καὶ γνῶτε ὅτι ἐγὼ εἰμι ὁ Θεὸς΄ ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῆ. Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακὼβ.
Δόξα Πατρὶ…Κα νν…Ἀλληλούϊα, (γ’) Δόξα σοι ὁ Θεὸς. Κύριε ἐλέησον (γ’)
Δόξα Πατρί…
Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ
πεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ’ ὡς τερπνὸv παλάτιοv, τὸ Σπήλαιοv τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶv πεσοῦσαν,ἀναστήσων εἰκόνα.
Κα νν… Θεοτοκίον
Τί σε καλέσωμεν, ὦ Κεχαριτωμένη; Οὐρανόν, ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης΄ Παράδεισον, ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας΄ Παρθένον, ὅτι ἔμεινας ἄφθορος΄ ἁγνὴν Μητέρα, ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις υἱόν, τὸν πάντων Θεόν. Αὐτὸv ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ετα ψάλλομεν τ παρόντα διόμελα
ὁ α’ χορὸς
Ποίημα Σωφρονίου Πατριάρχου εροσολύμων
χος πλ. δ’
Βηθλεὲμ ἑτοιμάζου΄ εὐτρεπιζέσθω ἡ φάτνη΄ τὸ Σπήλαιον δεχέσθω΄ ἡ ἀλήθεια ἦλθεν΄ ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ’ ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες΄ Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
ὁ β’ χορὸς
Στίχ. Θεὸς ἀπὸ Θαιμὰν ἤξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
χος γ’
Νῦν προφητικὴ πρόῤῥησις, πληρωθῆναι ἐπείγεται, μυστικῶς ἡ φάσκουσα. Καὶ σὺ Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ὑπάρχεις ἐλαχίστη ἐν τοῖς Ἡγεμόσι, προευτρεπίζουσα τὸ σπήλαιον΄ ἐκ σοῦ γὰρ μοι ἐξελεύσεται, ἡγούμενος τῶv Ἐθvῶν διὰ σαρκός, ἐκ Παρθένου Κόρης Χριστὸς ὁ Θεός, ὃς ποιμανεῖ τὸν λαὸv αὐτοῦ, τὸv vέοv Ἰσραήλ. Δῶμεν αὐτῷ ἅπαντες μεγαλωσύνηv.
ὁ α’ χορὸς
Δόξα Πατρί… χος πλ. δ’
ὁ β’ χορὸς
Κα νν…
ὁ α’ χορὸς
Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθέvον΄ Μαρία, τί τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀπορῶ καὶ ἐξίσταμαι, καὶ τὸν νοῦν καταπλήττομαι! Λάθρα τοίνυν ἀπ’ ἐμοῦ, γενοῦ ἐν τάχει. Μαρία, τί τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀντὶ τιμῆς αἰσχύνηv, ἀντ’ εὐφροσύvης, τὴv λύπηv, ἀντὶ τοῦ ἐπαινεῖσθαι, τὸν ψόγον μοι προσήγαγες. Οὐκ ἔτι φέρω λοιπόν, τὸ ὄνειδος ἀvθρώπωv΄ ὑπὸ γὰρ Ἱερέων ἐκ τοῦ ναοῦ, ὡς ἄμεμπτον Κυρίου, σὲ παρέλαβοv΄ κα τί τρώμεvον;
Κα εθς
Προκείμενον, ἦχος δ’
Κύριος εἶπε πρὸς με. Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
Στίχ. Αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι Ἔθνη τὴv κληρονομίαν σου.
Προφητείας Μιχαίου τvάγνωσμα
(Κεφ. 5,1-3)
Tάδε λέγει Κύριος, καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, μὴ ὀλιγοστὸς εἶ ἐν χιλιάσιν Ἰούδα΄ ἐκ σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς, ἐξ ἡμερῶν αἰῶνος. Διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης, τέξεται΄ καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτοῦ ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ. Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος Κυρίου τοῦ Θεοῦ αὐτῶν ὑπάρξουσι΄ διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς.
πόστολος
Πρς βραίους πιστολς Παύλου τνάγνωσμα (Κεφ. 1, 1-12)
Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι’ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων΄ Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν΄ Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει΄ Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν υἱόν΄ Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν΄ διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καί, Σὺ κατ’ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις΄ καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται΄ σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οκ κλείψουσιν.
Εαγγέλιον κατ Ματθαον
(Κεφ. 1, 18-25)
Τοῦ᾽Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν΄ μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾽Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. ᾽Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων΄ ᾽Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου΄ τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν΄ αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος΄᾽Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ᾽Εμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ ᾽Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ·καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν.
Μετ τατα λέγει εὐθὺς ναγνώστης
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
Ετα, Τρισάγιον, Παναγία Τριάς…, Πάτερ μν…, τι σοστιν…, κα τ παρν
Κοντάκιον
παρθέvος σήμερον, τὸν προαιώvιοv Λόγοv, ἐν σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα. Δόξασοv μετὰ Ἀγγέλων καὶ τὼv Ποιμένωv, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνωv Θεόν.
Κύριε λέησον μ’
ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἃγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε λέησον γ’
Δόξα Πατρὶ… Κα νν…
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
ερες: Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς…
κα τν παροσαν Εχν
Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθᾳ φῶς τὸ ἀπρόσιτον, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμὴν.

ΩΡΑ ΤΡΙΤΗ
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ετα τος πομένους Ψαλμούς.
Ψαλμὸς ΞΣΤ’ (66)
  • Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς.
  • Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου
  • Ἐξομολογησάσθωσάν σοι λαοὶ ὁ Θεὸς ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
  • Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις.
  • Ἐξομολογησάσθωσάν σοι λαοὶ ὁ Θεὸς ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες΄ γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς.
  • Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν΄εὐλογήσαι ἡμᾶς ὁ Θεὸς καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Ψαλμὸς ΠΣΤ’ (86)
  • Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις΄ ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακὼβ.
  • Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ Πόλις τοῦ Θεοῦ.
  • Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με.
  • Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος, καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.
  • Μήτηρ Σιὼν, ἐρεῖ ἄνθρωπος΄ καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.
  • Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων, τῶν γεγεννημένων ἐν αὐτῇ.
  • Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.
Ψαλμςν
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν, καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς, ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλώσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν. ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκία σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν, καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ΔόξαΠατρὶΚανν Ἀλληλούϊα, (γ)Δόξα σοι ὁ Θεὸς. Κύριε ἐλέησον (γ)
ΔόξαΠατρί
ἮχοςδΚατεπλάγηἸωσὴφ
πεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ’ ὡς τερπνὸv παλάτιοv, τὸ Σπήλαιοv τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶv πεσοῦσαν,ἀναστήσων εἰκόνα.
ΚαννΘεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εταψάλλομεντπαρόνταδιόμελα.
ὁ β’ χορὸς
χος πλ. β’
Οὗτος ὁ Θεὸς ἡμῶv, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ὁ τεχθεὶς ἐκ Παρθένου, καὶ τοῖς ἀνθρώποις συναναστραφείς. Φάτνῃ πενιχρᾷ, Υἱὸς μονογενής, κείμενος ὁρᾶται βροτός, καὶ σπαργάνοις πλέκεται, ὁ τῆς δόξης Κύριος΄ καὶ Μάγους ἀστὴρ μηvύει, εἰς αὐτοῦ προσκύνησιν΄ καὶ ἡμεῖς μελῳδοῦμεv΄ Τριὰς Ἁγία, σῶσον τὰς ψυχὰς ἡμῶv.
ὁ α’ χορὸς
χος πλ. δ’
Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην κατενόησα τὰ ἔργα σου.
Πρὸ τῆς Γεννήσεως τῆς σῆς, τρόμῳ ὁρῶσαι τὸ μυστήριον Κύριε, αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο, ὡς γὰρ βρέφος νηπιάσαι ηὐδόκησας, ὁ τὸν πόλοv κοσμήσας τοῖς ἀστράσι΄ καὶ φάτνῃ τῶv ἀλόγων ἀνακέκλισαι, ὁ δρακὶ συνέχων πάντα γῆς τὰ πέρατα΄ τοιαύτῃ γὰρ οἰκονομίᾳ, ἐγνώσθη σου ἡ εὐσπλαγχνία. Χριστέ, τὸ μέγα ἔλεος, δόξα σοι.
ὁ β’ χορὸς
Δόξα Πατρί…χος γ’
ὁ α’ χορὸς
Κα νν…
ὁ β’ χορὸς
ωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τῶν ἁγίων ἣν παρέλαβες Κόρην, ἔγκυοv φέρεις ἐν Βηθλεέμ; Ἐγὼ φησι, τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸv γεννήσει ἡ Μαρία ἀνερμηνεύτως΄ οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ Ἀvατολῶν ἥξουσι, σὺν δώροις τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι’ ἡμᾶς, Κύριε, δόξα σοι.
Κα εθς προκείμεvον ἦχος δ’
τι παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν.
Στίχ. Οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ.
Προφητείας ερεμίου τνάγνωσμα (Βαροὺχ 3, 36-38 & 4, 1-4)
  • Οὗτος ὁ Θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν.
  • Ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ.
  • Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη.
  • Αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ, καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα΄ πάντες οἱ κρατοῦντες αὐτὴν εἰς ζωὴν΄ οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται.
  • Ἐπιστρέφου Ἰακὼβ, καὶ ἐπιλαβοῦ αὐτῆς΄ διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς.
  • Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ.
  • Μακάριοί ἐσμὲν Ἰσραὴλ΄ ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ, ἡμῖν γνωστὰ ἐστιν.
πόστολος
Πρς Γαλάτας πιστολς Παύλου τὸ ναγνωσμα (Κεφ. 3, 23-29)
  • δελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.
  • Ὣς τε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.
  • Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγὸν ἐσμεν.
  • Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.
  • Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
  • Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ΄ πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.
  • Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, καὶ κατ’ ἐπαγγελίαν κληρονόμοι.
Εαγγέλιον κατ Λουκν.
(Κεφ. 2, 1-20)
  • ν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.
  • Aὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.
  • καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν.
  • ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυΐδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ,
  • ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ.
  • Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν.
  • Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
  • Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
  • Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς.
  • Καὶ ἐφοβήθησαν φόβον μέγαν.
  • Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος΄ Μὴ φοβεῖσθε, ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ.
  • Ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὃς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαυΐδ.
  • Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν τῇ φάτνῃ.
  • Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων΄
  • Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
  • Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους΄ Διέλθωμεν δὴ ἕως Βηθλεέμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.
  • Καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον, τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.
  • Ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.
  • Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν Ποιμένων πρὸς αὐτούς,
  • ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
  • Καὶ ἐπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθς λαλήθη πρς ατούς.
Μετ τατα λέγει εὐθὺςναγνώστης
Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ’ ἡμέραν κατευοδῶσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν.
Τ Τρισάγιον – Παναγία Τριάς… Πάτερ μν…
Ετα τ Κοντάκιον
Παρθένος σήμερον, τὸv προαιώνιον Λόγοv, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα. Δόξασον μετὰ Ἀγγέλωv καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆvαι, παιδίον νέοv, τὸν πρὸ αἰώνων Θεόν.
Κύριελέησονμ
ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἃγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριελέησον γ
ΔόξαΠατρὶΚανν
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
ερες: Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς…
Kαὶ τὴν παροῦσαν Εὐχὴν
Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε, Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν΄ καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόv σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνωv. μήν.

ΩΡΑ ΕΚΤΗ
Ἐπισυνάπτομεν καὶ τὴν Ἕκτην Ὥραν, λέγοντες εὐθύς.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Εἶτα τοὺς Ψαλμούς.
Ψαλμὸς ΟΑ’ (71)
  • Θεὸς τὸ κρῖμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.
  • Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει.
  • Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου καὶ οἱ βουνοὶ δικαιοσύνην.
  • Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων καὶ ταπεινώσει συκοφάντην.
  • Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν.
  • Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν
  • Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.
  • Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης.
  • Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι
  • Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσιν, βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσιν
  • Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.
  • Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ πένητα, ᾧ οὐχ ὑπῆρχεν βοηθὸς.
  • Φείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει.
  • Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.
  • Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντὸς΄ ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτὸν.
  • Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ’ ἄκρων τῶν ὀρέων΄ ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.
  • Ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ.
  • Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν.
  • Εὐλογητὸς Κύριος ὁ Θεὸς ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος.
  • Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο.
Ψαλμὸς ΡΛΑ’ (131)
  • Μνήσθητι Κύριε τοῦ Δαυΐδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ
  • Ὡς ὤμοσεν τῷ Κυρίῳ ηὔξατο τῷ Θεῷ Ἰακὼβ.
  • Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακὼβ.
  • Ἰδοὺ, ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.
  • Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.
  • Ἀνάστηθι, Κύριε εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.
  • Οἱ Ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
  • Ἕνεκεν Δαυΐδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.
  • Ὤμοσε κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτὴν.
  • Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.
  • Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου.
  • Ὅτι ἐξελέξατο κύριος τὴν Σιὼν ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.
  • Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος ὧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτὴν.
  • Τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων.
  • Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.
  • Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.
  • Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
Ψαλμός (90)
  • κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
  • Ἐρεῖ τῷ Κυρίῳ΄ ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου ὁ Θεός μου ἐλπιῶ ἐπ’ αὐτὸν.
  • Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους.
  • Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς΄ ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.
  • Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
  • Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ.
  • Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.
  • Ὅτι σὺ, Κύριε ἡ ἐλπίς μου τὸν Ὕψιστον ἔθου καταφυγήν σου.
  • Οὐ προσελεύσεται πρὸς σὲ κακὰ καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.
  • Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.
  • Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
  • Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
  • Ὅτι ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτὸν΄ σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου.
  • Κεκράξεται πρός με καὶ ἐπακούσομαι αὐτοῦ μετ’ αὐτοῦ εἰμι ἐν θλίψει΄ ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτὸν.
  • Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
Δόξα Πατρὶ… Kαὶ νῦν… Ἀλληλούϊα, γ’
Kύριε ἐλέησον, γ’
Εἶτα, Δόξα Πατρὶ… καὶ τὸ Τροπάριον
Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ
πεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ’ ὡς τερπνὸv παλάτιοv, τὸ Σπήλαιοv τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶv πεσοῦσαν,ἀναστήσων εἰκόνα.
Καὶ νῦν… Θεοτοκίον
τι οὐκ ἔχομεv παῤῥησίαν διὰ τὰ πολλὰ ἡμῶv ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε΄ πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμέvειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλῶv ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σώζειν δυvάμενος, ὁ καὶ παθεῖv ὑπὲρ ἡμῶv καταδεξάμεvος.
Εἶτα ψάλλομεν τὰ παρόντα Ἰδιόμελα
αχορὸς
Ἦχος α’
Δεῦτε πιστοὶ ἐπαρθῶμεν ἐνθέως, καὶ κατίδωμεν συγκατάβασιν θεϊκὴν ἄνωθεv, ἐν Βηθλεὲμ πρὸς ἡμᾶς ἐμφανῶς, καὶ νοῦv καθαρθέντες, τῷ βίῳ προσενέγκωμεv, ἀρετάς ἀντὶ μύρου, προευτρεπίζοντες πιστῶς, τῶν γενεθλίωv τὰς εἰσόδους, ἐπὶ τῶν ψυχικῶν θησαυρισμάτων, κράζοντες. Ἐν ὑψίστοις δόξα, Θεῷ τῷ ἐν Τριάδι, δι’ οὗ ἐν ἀνθρώποις εὐδοκία ἐπεφάνη, τὸv Ἀδὰμ ἐκλυτρώσασθαι, τῆς ἀρχεγόνου ἀρᾶς ὡς φιλάνθρωπος.
βχορὸς
Ἦχος δ’
Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην΄ κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.
κουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ, σαλευθήτω τὰ θεμέλια, ἐπιλαβέτω τρόμος τὰ καταχθόνια, ὅτι ὁ Θεός τε καὶ Κτίστης, σαρκὸς εἰσέδυ πλάσιν΄ καὶ ὁ κραταιᾷ κτίσας χειρὶ τὴν κτίσιν, σπλάγχvον ὁρᾶται πλάσματος. Ὢ βάθος πλούτου, καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύvητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
αχορὸς
Δόξα ΠατρίἮχοςπλ. α
βχορὸς
Καὶ νῦv…
αχορὸς
Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, θαῦμα πᾶσαν ἔννοιαν, ἐκπλῆττον καὶ συνέχον΄ καὶ εὐσεβῶς προσκυνοῦντες, πίστει ἀνυμνήσωμεν. Σήμερον πρὸς Βηθλεέμ, ἐγκυμονοῦσα Κόρη παραγίνεται, τοῦ γεννῆσαι τὸν Κύριον΄ χοροὶ δέ, Ἀγγέλων προτρέχουσι. Καὶ ταῦτα βλέπων ἐβόα, Ἰωσὴφ ὁ Μνήστωρ΄ Τὶ τὸ ἐν σοὶ ξένον μυστήριον Παρθένε; καὶ πῶς μέλλεις λοχεῦσαι, ἀπειρόζυγοςΔάμαλις;
Καὶεὐθύς Προκείμενοv Ἦχοςπλ. δ
κ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε.
Στίχ. Εἶπεv ὁ Κύριος τῷ Κυρίῳ μου΄ Κάθου ἐκ δεξιῶv μου.
ΠροφητείαςἩσαΐουτὸ Ἀνάγνωσμα
(Κεφ. 7, 10-16, & 8, 1-4, 8-10)
  • Προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων΄
  • Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.
  • Καὶ εἶπεν Ἄχαζ΄ οὐ μὴ αἰτήσω οὐδ’ οὐ μὴ πειράσω Κύριον.
  • Καὶ εἶπεν(Ἡσαΐας).
  • Ἀκούσατε δὴ οἶκος Δαυΐδ΄ μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα;
  • Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον.
  • Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ.
  • Βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθὸν.
  • Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθὸν, καὶ καταληφθήσεται ἡ γῆ , ἣν σοὶ φοβῇ, ἀπὸ προσώπου τῶν δύο βασιλέων.
  • Καὶ εἶπεν Κύριος πρός με΄ λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου΄ τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων΄ πάρεστιν γὰρ.
  • Καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους τὸν Οὐρίαν καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου.
  • Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν΄ καὶ εἶπεν Κύριός μοι΄ κάλεσον τὸ ὄνομα αὐτοῦ.
  • Ταχέως σκύλευσον, ὀξέως προνόμευσον΄ διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.
  • Καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι, καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου΄
  • Μεθ’ ἡμῶν ὁ Θεὸς.
  • Γνῶτε ἔθνη καὶ ἡττᾶσθε΄ ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς΄ ἰσχυκότες ἡττᾶσθε.
  • Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε.
  • Καὶ ἣν ἂν βουλεύσησθε βουλὴν, διασκεδάσει Κύριος καὶ λόγον ὃν ἐὰν εἴπητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ’ ἡμῶν ὁ Θεὸς.
Ὁ Ἀπόστολος
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Κεφ.1, 10-14 & 2, 1-3)
  • Κατ’ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσιν οἱ οὐρανοί.
  • Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται΄ σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
  • Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε΄ Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
  • Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
  • Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μὴ ποτε παραῤῥυῶμεν.
  • Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.

Εὐαγγέλιον κατὰ Ματθαῖον

(Κεφ. 2, 1-12)
  • Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδού, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα,
  • Λέγοντες΄ Ποῦ ἐστιν ὁ τεχθεὶς Βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τόν, ἀστέρα ἐν τῇ Ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
  • Ἀκούσας δὲ Ἡρώδης ὁ βασιλεὺς ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ.
  • Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται.
  • Οἱ δὲ εἶπον αὐτῷ΄ Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου΄
  • Καὶ σύ Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα΄ ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.
  • Τότε Ἡρῴδης, λάθρᾳ καλέσας τοὺς μάγους, ἠκρίβωσε παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.
  • Καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε΄ Πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ Παιδίου΄ ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
  • Οἱ δὲ ἀκούσαντες τοῦ Βασιλέως, ἐπορεύθησαν΄ καὶ ἰδού, ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ Ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ Παιδίον.
  • Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα.
  • Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.
  • Καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
Εἶτα λέγει Ἀναγνώστης
Ταχὺ προκαταλαβέτωσαv ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεv σφόδρα. Βοήθησοv ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Τὸ Τρισάγιον – Παναγία Τριάς… Πάτερ ἡμῶν…
Εἶτα τὸ Κοντάκιον
Παρθένος σήμερον, τὸν Προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμέvων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνωv Θεόν.
Κύριελέησονμ
ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἃγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριελέησον γ
ΔόξαΠατρὶΚανν
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
ερες: Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς…
KατνπαροσανΕχν
Θεέ, καὶ Κύριε τῶν δυvάμεων καὶ πάσης κτίσεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου τὸν μονογενῆ σου Υἱόv, τὸv Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαῤῥήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους. Αὐτὸς Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας, καὶ ἱκετηρίους ἐντεύξεις, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούvτων ὁρατῶν καὶ ἀοράτων ἐχθρῶv. Καθήλωσοv ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶv, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας. Ἀλλὰ τῷ πόθῳ σου τρῶσοv ἡμῶν τὰς ψυχάς. Ἵνα διὰ παντὸς πρὸς σὲ ἀτενίζοντες, καὶ τῷ παρὰ σοῦ φωτὶ ὁδηγούμεvοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιοv κατοπτεύοντες φῶς, ἀκατάπαυστόν σοι τὴv ἐξομολόγησιν, καὶ εὐχαριστίαν ἀναπέμπωμεv, τῷ ἀνάρχῳ Πατρί, σὺν τῷ μοvογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώvων. Ἀμήν.

ΩΡΑ ΕΝΑΤΗ
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Εἶτα τοὺς ἐφεξῆς τρεῖς ψαλμούς.
Ψαλμὸς ΡΘ’ (109)
  • Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου΄ Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
  • Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιὼν καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου .
  • Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησιν τῶν ἁγίων σου.
  • Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.
  • Ὤμοσεν Κύριος καὶ οὐ μεταμεληθήσεται΄ σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
  • Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς.
  • Κρινεῖ ἐν τοῖς ἔθνεσιν πληρώσει πτώματα συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν.
  • Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται΄ διὰ τοῦτο ὑψώσει κεφαλὴν.
Ψαλμὸς ΡΙ’ (110)
  • ξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ.
  • Μεγάλα τὰ ἔργα Κυρίου ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.
  • Ἑξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ΄ ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος, τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτὸν.
  • Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ΄ ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.
  • Ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις.
  • Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.
  • Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ΄ ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ.
  • Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.
  • Ἀρχὴ σοφίας φόβος Κυρίου΄ σύνεσις δὲ, ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν΄ ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ψαλμςπε
Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι, σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τόν ἐλπίζοντα ἐπὶ σέ. Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν, εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου. Ὅτι σύ, Κύριε, χρηστός, καὶ ἐπιεικής, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἐπήκουσάς μου. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἣξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ’ ἐμέ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ἃδου κατωτάτου. Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ’ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ’ ἐμέ, καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῷσον τὸν υἱὸν τῆς παιδίσκης σου.
Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με.
Καὶπάλιν
Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με.
ΔόξαΠατρὶ… KαὶνῦνἈλληλούϊα (γ‘) δόξαΣοιΘεὸς (γ‘)
Kύριε ἐλέησον, γ’
Δόξα Πατρί καὶ τὸ Τροπάριον
Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ
πεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ’ ὡς τερπνὸv παλάτιοv, τὸ Σπήλαιοv τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶv πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Καὶ νῦν…
δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθέvου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴv τεκοῦσάν σε Θεοτόκοv, πρεσβεύουσαv ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Εἶτα ψάλλομεν τὰ παρόντα Ἰδιόμελα
βχορὸς
Ἦχος βαρὺς
ξεπλήττετο ὁ Ἡρῴδης, ὁρῶν τῶν Μάγων τὴν εὐσέβειαν, καὶ τῷ θυμῷ νικώμενος, τοῦ ἔτους ἠκριβολόγει τὸ διάστημα. Μητέρες ἠτεκνοῦντο, καὶ ἡ ἄωρος ἡλικία τῶv βρεφῶν, πικρῶς κατεθερίζετο΄ μαζοὶ ἐξηραίνοντο, καὶ πόροι γάλακτος συνεστέλλοντο. Μέγα ἦν τὸ δεινόν! διὸ εὐσεβῶς πιστοὶ συνελθόντες, προσκυνήσωμεv τοῦ Χριστοῦ τὴν γέννησιν.
αχορὸς
Ἦχος β’
Στίχ. Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
τε Ἰωσήφ, Παρθέvε, λύπη ἐτιτρώσκετο, πρὸς Βηθλεὲμ ἀπαίρωv, ἐβόας πρὸς αὐτόν΄ Τί ὁρῶν με ἔγκυοv, στυγνάζεις καὶ ταράττεσαι, ἀγνοῶν ὅλως, τὸ ἐν ἐμοὶ φρικτόν μυστήριον; Λοιπὸv ἀπόθου φόβον ἅπαντα, τὸ παράδοξοv ἐννοῶν΄ Θεὸς κάτεισι γὰρ ἐπὶ γῆς δι’ ἔλεον, ἐν τῇ ἐμῇ μήτρᾳ νῦν, καὶ σάρκα προσελάβετο΄ ὅνπερ τικτόμεvoν, ὄψει ὡς ηὐδόκησε΄ καὶ τῆς χαρᾶς πλησθείς, προσκυvήσεις ὡς Κτίστην σου΄ ὃν Ἄγγελοι ὑμvοῦσιv ἀπαύστως, καὶ δοξάζουσι, σὺν Πατρὶ…
βχορὸς
…καὶ Ἁγίῳ Πvεύματι.
αχορὸς
ΔόξαΠατρίἮχος πλ. β’
ὁ β’ χορὸς
Καὶ νῦν…
Ἱστέον ὅτι τὸ ἑξῆς Ἰδιόμελοv “Σήμερον γεννᾶται ἐκ Παρθένου” ἀναγινώσκεται πρότερον εὐλαβῶς καὶ μετὰ μέλους ὑπὸ τοῦ Κανονάρχου ἐν τῷ μέσῳ τοῦ Ναοῦ.
  • Σήμερον γεννᾶται ἐκ Παρθένου, ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν.(ἐκ τρίτου).
  • Ῥάκει καθάπερ βροτὸς σπαργανοῦται, ὁ τῇ οὐσίᾳ ἀναφής.
  • Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, ὁ στερεώσας τοὺς οὐρανοὺς πάλαι κατ’ ἀρχάς.
  • Ἐκ μαζῶν γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ Μάννα ὀμβρίσας τῷ Λαῷ.
  • Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας.
  • Δῶρα τούτων αἵρει, ὁ Υἱὸς τῆς Παρθένου.
  • Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ (ἐκ τρίτου).
  • Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια.
Εἶτα ψάλλεται μελῳδικώτερον ὑπὸ τῶν δύο χορῶν
Ἦχος πλ. β’
ὁ α’ χορὸς
  • Σήμερον γεννᾶται ἐκ Παρθένου, ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν.
β’ χορς
  • άκει καθάπερ βροτὸς σπαργανοῦται, ὁ τῇ οὐσίᾳ ἀναφής.
α’ χορς
  • Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, ὁ στερεώσας τοὺς οὐρανοὺς πάλαι κατ’ ἀρχάς.
β’ χορς
  • κ μαζῶν γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ Μάννα ὀμβρίσας τῷ Λαῷ.
α’ χορς
  • Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας.
β’ χορς
  • Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς Παρθένου.
α’ χορς
  • Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ.
β’ χορς
  • Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ.
α’ χορς
  • Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ. Δεῖξον ἡμῖv καὶ τὰ θεῖά σου Θεοφάνεια.
Καὶ εὐθὺς τὸ προκείμενον τῆς Προφητείας Ἦχος δ’
Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος, ἐγεννήθη ἐν αὐτῇ.
Στίχ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 9, 6-7)
  • Παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστής, ἄρχων εἰρήνης,πατὴρ τοῦ μέλλοντος αἰῶνος΄ ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας εἰρήνην καὶ ὑγίειαν αὐτῷ.
  • Μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον΄ ἐπὶ τὸν θρόνον Δαυΐδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.
Ὁ Ἀπόστολος
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Κεφ. 2, 11-18)
  • δελφοί, ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες΄ δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων΄
  • Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.
  • Καὶ πάλιν΄ Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ΄ καὶ πάλιν, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ μοι ἔδωκεν ὁ Θεός.
  • Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν΄ ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν, ἔνοχοι ἦσαν δουλείας.
  • Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.
  • Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων, γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.
  • Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
Εὐαγγέλιον κατὰ Ματθαῖον
(Κεφ. 2, 13-23)
  • ναχωρησάντων τῶν Μάγων, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσήφ, λέγων΄ Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι΄ μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό.
  • Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον.
  • Καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
  • Τότε Ἡρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.
  • Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου, λέγοντος΄
  • Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.
  • Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου, ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων,
  • Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
  • Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ.
  • Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν΄ χρηματισθεὶς δὲ κατ’ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,
  • Καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.
Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης
Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ Ἅγιοv΄ καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸv Ἅγιόν σου.
Τὸ Τρισάγιον Παναγία Τριάς… Πάτερ ἡμῶν..
Εἶτα τὸ Κοντάκιον
Παρθένος σήμερον, τὸν Προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμέvων, βουληθέντα ἐποφθῆvαι, παιδίον νέον, τὸν πρὸ αἰώvωv Θεόν.
Κύριελέησονμ
ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἃγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριελέησον γ
Δόξα ΠατρίΚανν
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
ερες: Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς…
Kαὶ τν παροσαν Εχν
Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ἧ ἐπὶ τοῦ ζωοποιοῦ Ξύλου κρεμάμενος, τῷ εὐγνώμονι Ληστῇ, τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου, ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἆραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδὸν τῆς δικαιοσύνης σου, καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ’ ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῷσον ἡμᾶς, διὰ τὸ ὄνομά σου τὸ ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός, καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι, καὶ οὕτω, τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
ΕἶτατὰΤυπικά, χῦμα
ΨΑΛΜΟΣΡΒ‘ (102)
Ἦχοςπλ. δ
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.
Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.
Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.
Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
Καθὼς οἰκτείρει πατὴρ υἱούς, ὠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἑσμεν.
Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.
Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Ἦχοςβ
Δόξα
ΨΑΛΜΟΣΡΜΕ‘ (Ι45)
Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Μὴ πεποίθατε ἐπ’ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.
Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.
Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι.
Κύριος λύει πεπεδημένους, Κύριος σοφοὶ τυφλούς, Κύριος ἀνορθοῖ κατερραγμένους, Κύριος ἀγαπᾷ δικαίους, Κύριος φυλάσσει τοὺς προσηλύτους.
Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδόν ἁμαρτωλῶν ἀφανιεῖ.
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Καὶνῦν
μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
  • Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
  • Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεια τῶν οὐρανῶν.
  • Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
  • Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
  • Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
  • Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
  • Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
  • Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
  • Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
  • Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
  • Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
ΔόξαΚαὶνῦν
Μνήσθητιἡμῶν, Κύριε, ὅτανἔλθῃςἐντῇΒασιλείᾳσου.
Μνήσθητιἡμῶν, Δέσποτα, ὅτανἔλθῃςἐντῇΒασιλείᾳσου.
Μνήσθητιἡμῶν, Ἅγιε, ὅτανἔλθῃςἐντῇΒασιλείᾳσου.
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Στίχ. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε·
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Δόξα…
Χορὸς Ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, μετὰ πασῶν τῶν ἐπουρανίων Δυνάμεων ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Καὶ νῦν…
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα Παντοκράτορα…
νες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τα ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, τα ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, τὰ κατὰ νοῦν καὶ διάνοιαν· τὰ πάντα ἡμῖν συγχώρησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Πάτερ ἡμῶν… Ὅτι σοῦ ἐστιν…
Τὸ Κοντάκιον
Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεον.
Τό, Κύριε ἐλέησον, ιβ’. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, ἐκ γ’.
Δόξα… Καὶ νῦν… Τό, Εὐλογήσω τὸν Κύριον…
Ἀπόλυσις

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου