Τρίτη 6 Ιανουαρίου 2015

Η ΕΥΧΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΓΙΑΣΜΟΥ (ΜΕ ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ)

Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων

Τριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε. Δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων, ἡ ἔμφυτος ἀγαθότης, τὸ Φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον κἀμοὶ τῷ ἀναξίῳ δούλῳ σου, φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρον εὐεργεσίαν καὶ δύναμιν.
Εὐπρόσδεκτος γενέσθω ἡ παρ᾽ ἐμοῦ δέησις διὰ τὸν παρεστῶτα λαόν, ὅπως τὰ πλημμελήματά μου μὴ κωλύσωσιν ἐνθάδε παραγενέσθαι τὸ ἅγιόν σου Πνεῦμα, ἀλλὰ συγχώρησόν μοι ἀκατακρίτως βοᾶν σοι καὶ λέγειν καὶ νῦν, Ὑπεράγαθε·
Δοξάζομέν σε Δέσποτα φιλάνθρωπε, Παντοκράτορ, προαιώνιε Βασιλεῦ. Δοξάζομέν σε τὸν Κτίστην, καὶ Δημιουργὸν τοῦ παντός.
Δοξάζομέν σε, Υἱὲ τοῦ Θεοῦ μονογενές, τὸν ἀπάτορα ἐκ Μητρός, καὶ ἀμήτορα ἐκ Πατρός· ἐν γὰρ τῇ προλαβούσῃ Ἑορτῇ νήπιόν σε εἴδομεν, ἐν δὲ τῇ παρούσῃ τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν.
Σήμερον γὰρ ὁ τῆς Ἑορτῆς ἡμῖν ἐπέστη καιρός, καὶ χορὸς ἁγίων ἐκκλησιάζει ἡμῖν, καὶ Ἄγγελοι μετὰ ἀνθρώπων συνεορτάζουσι.
Σήμερον ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, ἐν εἴδει περιστερᾶς, τοῖς ὕδασιν ἐπεφοίτησε.
Σήμερον ὁ ἄδυτος Ἥλιος ἀνέτειλε, καὶ ὁ κόσμος τῷ φωτὶ Κυρίου καταυγάζεται.
Σήμερον ἡ Σελήνη λαμπραῖς ταῖς ἀκτῖσι τῷ κόσμῳ συνεκλαμπρύνεται.
Σήμερον οἱ φωτοειδεῖς ἀστέρες τῇ φαιδρότητι τῆς λάμψεως τὴν οἰκουμένην καλλωπίζουσι.
Σήμερον αἱ νεφέλαι ὑετὸν δικαιοσύνης τῇ ἀνθρωπότητι οὐρανόθεν δροσίζουσι.
Σήμερον ὁ Ἄκτιστος ὑπὸ τοῦ ἰδίου πλάσματος βουλῇ χειροθετεῖται.
Σήμερον ὁ Προφήτης καὶ Πρόδρομος τῷ Δεσπότῃ προσέρχεται, ἀλλὰ τρόμῳ παρίσταται, ὁρῶν Θεοῦ πρὸς ἡμᾶς συγκατάβασιν.
Σήμερον τὰ τοῦ Ἰορδάνου νάματα εἰς ἰάματα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον ῥείθροις μυστικοῖς πᾶσα ἡ κτίσις ἀρδεύεται.
Σήμερον τὰ τῶν ἀνθρώπων πταίσματα τοῖς ὕδασι τοῦ Ἰορδάνου ἀπαλείφονται.
Σήμερον ὁ Παράδεισος ἠνέωκται τοῖς ἀνθρώποις, καὶ ὁ τῆς Δικαιοσύνης Ἥλιος καταυγάζει ἡμῖν.
Σήμερον τὸ πικρὸν ὕδωρ, τὸ ἐπὶ Μωϋσέως τῷ λαῷ, εἰς γλυκύτητα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον τοῦ παλαιοῦ θρήνου ἀπηλλάγημεν καὶ ὡς νέος Ἰσραὴλ διεσώθημεν.
Σήμερον τοῦ σκότους ἐλυτρώθημεν, καὶ τῷ φωτὶ τῆς θεογνωσίας καταυγαζόμεθα. Σήμερον ἡ ἀχλὺς τοῦ κόσμου καθαίρεται τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ ἡμῶν.
Σήμερον λαμπαδοφεγγεῖ πᾶσα ἡ κτίσις ἄνωθεν. Σήμερον ἡ πλάνη κατήργηται, καὶ ὁδὸν ἡμῖν σωτηρίας ἐργάζεται ἡ τοῦ Δεσπότου ἐπέλευσις.
Σήμερον τὰ ἄνω τοῖς κάτω συνεορτάζει, καὶ τὰ κάτω τοῖς ἄνω συνομιλεῖ. Σήμερον ἡ ἱερὰ καὶ μεγαλόφωνος τῶν Ὀρθοδόξων πανήγυρις ἀγάλλεται.
Σήμερον ὁ Δεσπότης πρὸς τὸ βάπτισμα ἐπείγεται, ἵνα ἀναβιβάσῃ πρὸς ὕψος τὸ ἀνθρώπινον.
Σήμερον ὁ ἀκλινὴς τῷ ἰδίῳ οἰκέτῃ ὑποκλίνεται, ἵνα ἡμᾶς ἐκ τῆς δουλείας ἐλευθερώσῃ. Σήμερον Βασιλείαν οὐρανῶν ὠνησάμεθα· τῆς γὰρ Βασιλείας τοῦ Κυρίου οὐκ ἔσται τέλος.
Σήμερον γῆ καὶ θάλασσα τὴν τοῦ κόσμου χαρὰν ἐμερίσαντο, καὶ ὁ κόσμος εὐφροσύνης πεπλήρωται.
Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.
Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεασάμενος τὸ πῦρ τῆς θεότητος, σωματικῶς κατερχόμενον, καὶ εἰσερχόμενον ἐπ᾽ αὐτόν.
Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεωρῶν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν εἴδει περιστερᾶς κατερχόμενον, καὶ περιϊπτάμενόν σοι.
Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ὁρῶν τὸν Ἀόρατον ὁραθέντα, τὸν Κτίστην σαρκωθέντα, τὸν Δεσπότην ἐν δούλου μορφῇ. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, καὶ τὰ ὄρη ἐσκίρτησαν, Θεὸν ἐν σαρκὶ καθορῶντα, καὶ νεφέλαι φωνὴν ἔδωκαν, θαυμάζουσαι τὸν παραγενόμενον, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, δεσποτικὴν πανήγυριν σήμερον ἐν τῷ Ἰορδάνῃ ὁρῶντες, αὐτὸν δὲ τὸν τῆς παρακοῆς θάνατον, καὶ τὸ τῆς πλάνης κέντρον, καὶ τὸν τοῦ, ᾍδου σύνδεσμον ἐν τῷ Ἰορδάνῃ βυθίσαντα, καὶ Βάπτισμα σωτηρίας τῷ κόσμῳ δωρησάμενον. Ὅθεν κἀγὼ ὁ ἁμαρτωλὸς καὶ ἀνάξιος δοῦλος σου, τὰ μεγαλεῖα τῶν θαυμάτων σου διηγούμενος, συνεχόμενος φόβῳ, ἐν κατανύξει βοῶ σοι·
Μετὰ δὲ τὴν συμπλήρωσιν, λέγει γεγονωτέρᾳ φωνῇ.
Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου (ἐκ γ’). Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον.
Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι Δυνάμεις. Σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ ἐντυγχάνει τὰ ἄστρα, σοὶ ὑπακούει τὸ φῶς, σὲ φρίττουσιν ἄβυσσοι, σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέρριν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας· Ἀγγελικαὶ Δυνάμεις σοὶ λειτουργοῦσιν· οἱ τῶν, Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι· τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ κύκλῳ ἱστάμενα καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης κατακαλύπτονται. Σὺ γὰρ Θεὸς ὤν ἀπερίγραπτος, ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δεσπότα, διὰ σπλάγχνα ἐλέους σου, θεάσασθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλ᾽ ἦλθες καὶ ἔσωσας ἡμᾶς.
Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν, τάς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα. Σὺ γὰρ ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθης, καὶ τοῖς ἀνθρώποις συνανεστράφης. Σὺ καὶ τὰ Ἰορδάνια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας τὸ Πανάγιον σοῦ Πνεῦμα, καὶ τάς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων.
Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο (ἐκ γ΄ ).
Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, Ἀγγελικῆς ἰσχύος πεπληρωμένον, ἵνα πάντες οἱ ἀρυόμενοι καὶ μεταλαμβάνοντες ἔχοιεν αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἰατρείαν παθῶν, πρὸς ἁγιασμὸν οἴκων, πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ Πνεύματος ἀνακαινίσας τὴν παλαιωθεῖσαν φύσιν ὑπὸ τῆς ἁμαρτίας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος κατακλύσας ἐπὶ τοῦ Νῶε τὴν ἁμαρτίαν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ θαλάσσης ἐλευθερώσας ἐκ τῆς δουλείας Φαραώ, διὰ Μωϋσέως, τὸ γένος τῶν Ἑβραίων· Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ διαρρήξας πέτραν ἐν ἐρήμῳ, καὶ ἐρρύησαν ὕδατα, καὶ χείμαρροι κατεκλύσθησαν, καὶ διψῶντα τὸν λαόν σου κορέσας.
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ πυρός, διὰ τοῦ Ἡλίου, ἀπαλλάξας τὸν Ἰσραὴλ ἐκ τῆς πλάνης τοῦ Βάαλ. Αὐτὸς καὶ νῦν, Δεσπότα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματί σου τῷ Ἁγίῳ. (ἐκ γ’)
Δὸς πᾶσι, τοῖς τε μεταλαμβάνουσι, τὸν ἁγιασμόν, τὴν εὐλογίαν, τὴν κάθαρσιν, τὴν ὑγείαν. Καὶ σῶσον, Κύριε, τοὺς δούλους σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν. (ἐκ γ΄) Καὶ φύλαξον αὐτοὺς ὑπὸ τὴν σκέπην σου ἐν εἰρήνῃ, ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον, χάρισαι αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ παντὸς τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ τάγματος, καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι᾽ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ μέγα σου ἔλεος. Ἵνα καὶ διὰ στοιχείων, καὶ διὰ Ἀγγέλων, καὶ διὰ ἀνθρώπων, καὶ διὰ ὁρωμένων, καὶ διὰ ἀοράτων, δοξάζηταί σου τὸ πανάγιον ὄνομα, σὺν τῷ Πατρί, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Απόδοση στην Νεοελληνική


Η ευχή του Μεγάλου Αγιασμού δημοσιεύεται στην νεοελληνική με σκοπό την μελέτη και όχι την χρήση κατά τη Θεία Λατρεία:

Ἁγία Τριάς, ὑπερούσια, ὑπεράγαθη, παντοδύναμη, ἀόρατη, ἀκατάληπτη, δημιουργέ τῶν νοερῶν ἀγγέλων καί τῶν λογικῶν ἀνθρώπων· ἡ ἔμφυτη ἀγαθότητα· τό φῶς τό ἀπρόσιτο· πού φωτίζει καί ἁγιάζει, κάθε ἄνθρωπο πού ἔρχεται στόν κόσμο,λάμψε καί σέ ἐμένα, τόν ἀνάξιο δοῦλο Σου.
Φώτισέ μου, τῆς διανοίας μου τά μάτια, γιά νά τολμήσω καί ἐγώ, νά ἀνυμνήσω, τίς ἄμετρες εὐεργεσίες Σου, καί τήν δύναμή Σου. Δέξου τήν δέησή μου, γιά χάρη τοῦ λαοῦ Σου, πού στέκει γύρω μου.
Μήν ἀφήσεις, τά πλημμελήματά μου, νά ἐμποδίσουν τό Πνεῦμα Σου τό Ἅγιο, νά ἔλθει καί ἐδῶ. Κάμε συγκατάβαση· καί ἄφησέ με, καί ἐμένα τόν ἁμαρτωλό, νά φωνάξω τώρα, καί νά εἰπῶ καί ἐγώ, Ὑπεράγαθε: Σέ δοξάζομε, Δέσποτα φιλάνθρωπε· παντοκράτωρ· προαιώνιεβασιλέα μας. Σέ δοξάζομε, τόν Κτίστη μας καί Δημιουργό μας.
Σέ δοξάζομε, Ἐσένα, τόν μονογενῆ Υἱό τοῦ Θεοῦ, πού γεννήθηκες, ἀπό τήν μητέρα Σου χωρίς πατέρα, καί ἀπό τόν Πατέρα Σου χωρίς μητέρα. Στήν προηγούμενη ἑορτή, Σέ εἴδαμε νήπιο. Τώρα, σέ αὐτήν ἐδῶ σήμερα, Σέ βλέπομε τέλειον· τόσο τέλειον, ὅσο μπορεῖς νά εἶσαι μόνο Σύ, πού ἀπό τόν τέλειο Θεό Πατέρα, Επεφάνης καί σύ, τέλειος, Θεέ μας.
Σήμερα, εἶναι πολύ μεγάλη ἑορτή γιά μᾶς. Σήμερα, ἡ Ἐκκλησία μας εἶναι γεμάτη ἁγίους· καί οἱ ἄγγελοι, ἔχουν κατεβῆ ἀνάμεσά μας καί ἑορτάζουνε μαζί μας.
Σήμερα, ἡ χάρη τοῦ ἁγίου Πνεύματος, μέ μορφή περιστεριοῦ, ἐπεφοίτησε στά νερά.
Σήμερα, ἀνέτειλε ἕνας Ἥλιος, πού δέν δύει ποτέ· καί ἀπό τό φῶς Του, ἀπό τό Φῶς τοῦ Κυρίου, καταυγάζεται ὁ κόσμος ὅλος.
Σήμερα, ὅπως ὁ κόσμος ὅλος, ἔτσι καί τό φεγγάρι, ρίχνει ἀκτῖνες ὑπέρλαμπρες, συμμετέχοντας στοῦ κόσμου τήν χαρά καί λάμψη.
Σήμερα, τά φωτοβόλα ἀστέρια, μέ τήν γλύκα τῆς λάμψης τους, ὀμορφαίνουνε τόν κόσμο.
Σήμερα, ἀπό τά σύννεφα, σάν δροσιά ἀπό τόν οὐρανό, πέφτει στόν κόσμο βροχή δικαίωσης καί σωτηρίας.
Σήμερα, ὁ ἄκτιστος, ὁ δημιουργός Θεός, τό θέλησε, καί τό δέχθηκε, ἕνα πλάσμα Του νά βάλει στό χέρι του ἐπάνω στό κεφάλι Του,γιά νά Τοῦ δώσει εὐλογία!
Σήμερα, ὁ Προφήτης, ὁ Πρόδρομος, ἐπῆγε δίπλα στόν Δεσπότη Χριστό νά Τόν βαφτίσει, ἀλλά στάθηκε μέ τρόμο μπροστά Του· γιατί ἐκεῖ τότε κατάλαβε, τί συγκατάβαση εἶχε κάμει ὁ Θεός, γιά χάρη μας.
Σήμερα, τό νερό τοῦ Ἰορδάνη, ἡ παρουσία τοῦ Κυρίου, τό μετέβαλε σέ φάρμακο.
Σήμερα, τό ἁγιασμένο αὐτό νερό, τό παίρνει ὁ κόσμος ὅλος καί τό πίνει.
Σήμερα, μέ τό ἁγιασμένο αὐτό νερό, νερό Ἰορδάνου, ξεπλένονται ὅλα τῶν ἀνθρώπων τά πταίσματα.
Σήμερα, ἄνοιξε γιά μᾶς τούς ἀνθρώπους ὁ Παράδεισος· καί μέ τό νερό αὐτό, μᾶς φωτίζει ὁ Ἥλιος τῆς Δικαιοσύνης.
Σήμερα, τό πικρό ἐκεῖνο νερό, γιά τό ὁποῖο μᾶς μιλάει ὁ Μωϋσῆς, ἡ παρουσία τοῦ Κυρίου μας, τό μεταβάλλει σέ γλυκύ, πρός χάρη τοῦ λαοῦ μας.
Σήμερα, ἀπό τόν παλαιό ἐκεῖνο «θρῆνο χωρίς ἐλπίδα», ἀπαλλαγήκαμε· καί, σάν νέος Ἰσραήλ, ἐσωθήκαμε!
Σήμερα, ἀπό τό σκοτάδι τῆς ψεύτικης θρησκείας, ἐλυτρωθήκαμε· καί ἡ ψυχή μας γέμισε, μέ τῆς θεογνωσίας τό φῶς.
Σήμερα, μέ τήν Ἐπιφάνεια τοῦ Θεοῦ μας, ξεδιαλύθηκε ἡ θολούρα, πού κυριαρχεῖ στά θέματα τοῦ κόσμου.
Σήμερα, ὁλόκληρος ὁ ἄνω κόσμος πανηγυρίζει, σκιρτάει ἀπό χαρά, κρατάει κεριά!
Σήμερα, καταργήθηκε ἡ πλάνη· καί ὁ ἐρχομός τοῦ Κυρίου μας, μᾶς ἄνοιξε τῆς σωτηρίας τόν δρόμο.
Σήμερα, τά ἄνω, συνεορτάζουν μέ τά κάτω· καί τά κάτω, ἄνοιξαν ἐπικοινωνία μέ τά ἄνω.
Σήμερα, ἡ ἱερά καί μεγαλόφωνη πανήγυρη τῶν Ὀρθοδόξων, ἀγάλλεται.
Σήμερα, ὁ Δεσπότης τρέχει στό βάπτισμα· γιά νά ἀνεβάσει ἐμᾶς τούς ἀνθρώπους ψηλά.
Σήμερα, ὁ ἀκλινής σάν Θεός, σκύβει τόν αὐχένα Του στόν δοῦλο Του, γιά νά ἐλευθερώσει ἀπό τήν δουλεία ἐμᾶς.
Σήμερα, ἡ βασιλεία τῶν Οὐρανῶν ἔγινε δική μας! Καί ἡ βασιλεία τοῦ Κυρίου, δέν ἔχει τέλος!
Σήμερα, θάλασσα καί ξηρά, ἐμοιράσθηκαν τοῦ κόσμου τήν χαρά.
Σέ εἶδαν καί Σέ κατάλαβαν, ἀκόμη καί τά νερά, Θεέ μας! Σέ εἶδαν τά νερά, καί ἐφοθήθηκαν!
Ὁ Ἰορδάνης γύρισε πίσω, - ὅταν εἶδε Ἐσένα, τό Πῦρ τῆς Θεότητος, νά κατεβαίνεις μέ τό σῶμα Σου, καί νά εἰσέρχεσαι σ᾿ αὐτόν!
Ὁ Ἰορδάνης γύρισε πίσω, - ὅταν εἶδε τό Πνεῦμα τό Ἅγιο, νά κατεβαίνει μέ μορφή περιστερᾶς, καί νά πετάει τριγύρω Σου.
Ὁ Ἰορδάνης γύρισε πίσω, - ὅταν εἶδε Ἐσένα, τόν Θεό τόν ἀόρατο, ὁρατό· τόν Κτίστη καί Δημιουργό, μέ σάρκα· τόν Αὐθέντη καί Δεσπότη, μέ δούλου μορφή.
Ὁ Ἰορδάνης ἐγύρισε πίσω! - Τόν εἶδαν τά βουνά καί ἐσκίρτησαν. Ἐσκίρτησαν, πού εἶδαν τόν Θεό μέ σάρκα! Καί τά σύννεφα τό διεκήρυξαν καί τό βροντοφώναξαν:
• ὅτι Αὐτός πού ἦλθε, εἶναι πολύ μεγάλος· ὅτι εἶναι τό Φῶς τό ἐκ Φωτός· ὁ Θεός ἀληθινός ἐκ Θεοῦ ἀληθινοῦ·
• ὅτι Αὐτός, καί τόν θάνατο - καρπό τῆς παρακοῆς· καί τό δηλητήριό του, κεντρί τῆς πλάνης· καί τίς ἀλυσίδες του, πού κρατοῦν τόν ἄνθρωπο δεμένο στόν θάνατο καί στόν ἅδη, τά ἐβύθισε, καί χάθηκαν, μέσα στό νερό τοῦ Ἰορδάνη·
• καί ὅτι καί τώρα, Αὐτός, ὁ Κύριός μας καί Θεός μας, εἶναι πού δίνει, καί σέ μᾶς, καί σέ ὅλον τόν κόσμο, τό μεγάλο δῶρο Του: τό βάπτισμα τῆς σωτηρίας. Καί ἀκριβῶς γι᾿ αὐτό, καί ἐγώ ὁ ἁμαρτωλός καί ἀνάξιος δοῦλος Σου, Κύριε, διηγούμενος τά μεγάλα καί θαυμάσια ἔργα Σου, μέ φόβο καί μέ κατάνυξη ἀναβοῶ·
• Μέγας εἶσαι, Κύριε, καί θαυμαστά τά ἔργα Σου· καί κανενός εἴδους λόγια δέν ἀρκοῦν πρός ὕμνον τῶν θαυμασίων Σου (γ).
Σύ, μόνο πού τό θέλησες, - χωρίς καθόλου νά κοπιάσεις, - ἔφερες τά πάντα, ἀπό τό μηδέν στήν ὕπαρξη. Σύ, μέ τήν δύναμή Σου, συγκρατεῖς τήν κτίση· καί, μέ τήν πρόνοιά Σου κυβερνᾶς τόν κόσμο.
Σύ συνάρμοσες, ἀπό τέσσερα στοιχεῖα, ὁλόκληρη τήν κτίση· καί Σύ ἔβαλες τίς τέσσερες ἐποχές, στόν κύκλο τοῦ χρόνου. Οἱ νοερές Δυνάμεις, οἱ τάξεις τῶν ἀγγέλων, αἰσθάνονται μπροστά Σου ὅλες δέος!
Ὁ ἥλιος Σέ ὑμνεῖ.
Ἡ σελήνη Σέ δοξάζει.
Σέ Σένα ἀναφέρονται τά ἄστρα.
Σέ Σένα ὑπακούει τό φῶς.
Οἱ ἀπύθμενες θάλασσες Σέ τρέμουν.
Οἱ πηγές τό θέλημα τό δικό Σου ὑπηρετοῦν.
Σύ ἅπλωσες ἀπό ἐπάνω μας τόν οὐρανό σάν στέγη.
Σύ ἐστήριξες τήν γῆ ἐπάνω στά νερά!
Σύ περιτείχισες καί ἔφραξες τήν θάλασσα, μέ ἕνα τεῖχος ἀπό ἄμμο.
Σύ ἅπλωσες παντοῦ ἀέρα, κατάλληλο γιά τήν ἀναπνοή.
Οἱ Ἀγγελικές Δυνάμεις, Σένα ὑπηρετοῦν.
Οἱ χοροί τῶν ἀρχαγγέλων, Σένα προσκυνοῦν.
Τά πολυόμματα Χερουβείμ, καί τά ἑξαπτέρυγα Σεραφείμ, εἴτε στέκουν γύρω Σου, εἴτε τριγύρω Σου πετοῦν, ἀπό εὐλάβεια σέ Σένα, στήν ἀπρόσιτη Δόξα Σου, κρύβουν τά πρόσωπά Τους.
Γιατί Σύ, Κύριε, ὁ Θεός ὁ ἀπερίγραπτος, ὁ ἄναρχος, καί ἀνέκφραστος, ἦλθες στήν γῆ, καί ἐπῆρες δούλου μορφή, καί ἔγινες ὅμοιος μέ μᾶς, μέ τούς ἀνθρώπους· ἐπειδή ἀπό σπλάγχνα ἐλέους Σου γιά μᾶς, δέν τό ὑπέφερες, νά βλέπεις τό γένος μας, τό γένος τῶν ἀνθρώπων, νά τυραννιέται ἀπό τόν διάβολο. Καί ἦλθες. Καί μᾶς ἔσωσες.
Τήν ὁμολογοῦμε τήν χάρη Σου. Τό διακηρύττομε τό ἐλεός Σου. Δέν τήν κρύβομε τήν εὐεργεσία Σου. Σύ ἐλευθέρωσες ἀπό τήν κατάρα, τίς γονές τῆς φύσης μας· καί Σύ διατήρησες καθαρή καί ἅγια, τήν μήτρα τῆς Παρθένου. ῞Ολη ἡ κτίση Σέ ὕμνησε· τότε, πού ἔκαμες τήν ἐμφάνισή Σου· γιατί τότε, Σύ, Θεέ μας, κατέβηκες στήν γῆ, καί ἄρχισες νά συναναστρέφεσαι ἐμᾶς τούς ἀνθρώπους.
Καί Συ, ἁγίασες καί τοῦ Ἰορδάνη τά νερά, ἀφοῦ Σύ ἔκαμες καί κατέβηκε ἀπό τόν οὐρανό σ᾿ αὐτά τό Πανάγιό Σου Πνεῦμα· - καί μέ τόν τρόπο αὐτό ἔσπασες τά κεφάλια καί τῶν νοητῶν ἐκείνων δρακόντων, πού μπορεῖ νέ ἔχουν φωλιάσει ἐκεῖ σ᾿ αὐτά, καί νά μᾶς παραμονεύουν.
• Σύ, λοιπόν, φιλάνθρωπε βασιλέα μας, ἔλα καί τώρα, μέ τήν χάρη καί μέ τήν ἐπιφοίτηση τοῦ ἁγίου Σου Πνεύματος, καί ἁγίασε τό ὕδωρ τοῦτο (γ).
Καί δῶσε σ᾿ αὐτό, τήν χάρη τῆς ἀπολύτρωσης, τήν εὐλογία πού πῆρε τότε ὁ Ἰορδάνης.Κάμε το, Κύριε τό νερό αὐτό,
• νά εἶναι ἀφθαρσίας πηγή·
• νά δίνει ἁγιασμό·
• νά λύνει τά ἁμαρτήματα·
• νά διώχνει τά νοσήματα·
• νά φέρνει ζημία καί ὄλεθρο στά δαιμόνια·
• νά μήν μποροῦν οὔτε νά τό πλησιάσουν οἱ ὅποιες ἐναντίες σατανικές δυνάμεις·
• νά εἶναι γεμάτο μέ τήν δύναμη, πού ἔχουν οἱ ἅγιοι ἄγγελοι.
Καί ἔτσι ὅλοι, ὅσοι τό παίρνουν καί τό χρησιμοποιοῦν μέ πίστη, νά τό ἔχουν:
* μέσο γιά καθαρισμό ψυχῶν καί σωμάτων·
* φάρμακο γιά θεραπεία ἀπό πάθη·
Καί νά εἶναι: ἁγίασμα γιά τά σπίτια τους· κατάλληλο καί ὠφέλιμο, γιά κάθε περίπτωση.
Καί φυσικά θά εἶναι, ἀφοῦ: Σύ, Θεέ μας, μέ τό νερό καί μέ τό Πνεῦμα, ἀνακαίνισες τήν φύση, πού ἡ ἁμαρτία τήν εἶχε παλαιώσει. Σύ, Θεέ μας, μέ νερό ἐξέπλυνες, τήν ἐποχή τοῦ Νῶε τήν ἁμαρτία.
Σύ, Θεέ μας, περνώντας το μέσα ἀπό τό νερό τῆς θάλασσας, μέ ὄργανό Σου τόν Μωϋσῆ, ἐλευθέρωσες ἀπό τήν δουλεία, τό γένοςτῶν Ἑβραίων.
Σύ, Θεέ μας, ἔσπασες στήν ἔρημο ἕνα βράχο, καί ἔκαμες καί ἐβγῆκαν ἀπό ἐκεῖ νερά, πού ἐκύλισαν σάν ποτάμια, καί ἐδρόσισεςτόν διψασμένο Σου λαό.
Σύ, Θεέ μας, μέ τήν φωτιά καί μέ τό νερό, μέ τό θαῦμα ἐκεῖνο, πού ἔκαμες τότε, μέ ὄργανο τόν προφήτη Ἠλία, ἀπάλλαξες τόν Ἰσραήλ ἀπό τήν πλάνη τοῦ Βάαλ.
• Σύ καί τώρα, Δέσποτα Χριστέ, ἁγίασε τό ὕδωρ τοῦτο μέ τό Πνεῦμα Σου τό Ἅγιο (γ).
Καί δῶσε μέ αὐτό σέ ὅλους· εἴτε ἁπλῶς τό ἀγγίζουν· εἴτε χρίονται μέ αὐτό· εἴτε τό πίνουν· τόν ἁγιασμό, τήν εὐλογία, τήν κάθαρση, τήν ὑγεία!
Καί σῶσε, Κύριε, τούς δούλους Σου, τούς πιστούς Βασιλείς μας. Φύλαξέ τους ὑπό τήν σκέπην Σου εἰρηνικά. Βοηθησέ τους, νά ἀντικρούουν σωστά ὅλους τούς ἐχθρούς μας. Χάρισέ τους, ὅ,τι Σοῦ ζητοῦν γιά τό καλό· καί τήν αἰώνια ζωή.
Μνήσθητι, Κύριε, τοῦ ἀρχιεπισκόπου μας καί ἔχε κάτω ἀπό τήν σκέπη Σου ὅλους τούς ῾Ιερεῖς μας καί τούς διακόνους· κάθε ἱερατικό τάγμα· τόν περιεστῶτα λαό· καί κάθε ἀδελφό μας, πού γιά κάποιο λόγο σοβαρό, δέν μπόρεσε νά ἔλθει ἐδῶ στήν Ἐκκλησία. Καί ἐλέησε, καί αὐτούς καί ἐμᾶς, κατά τό μέγα Σου ἔλεος.
Κάμε, Κύριε, καί ἀπό τά στοιχεῖα τῆς φύσεως, καί ἀπό τούς ἀγγέλους, καί ἀπό τούς ἀνθρώπους, καί ἀπό τά ὁρατά, καί ἀπό τά ἀόρατα, ἀπό ὅλους καί ἀπό ὅλα, νά δοξάζεται τό πανάγιο ῎Ονομά Σου, μαζί μέ τόν Πατέρα καί μέ τό Ἅγιο Πνεῦμα, καί τώρα καί πάντοτε, καί εἰς τούς αἰῶνες τῶν αἰώνων. Ἀμήν.

Πηγή: "xristianos.gr".

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου