Πέμπτη, 31 Ιανουαρίου 2013

ΜΙΚΡΟ ΑΠΟΔΕΙΠΝΟ

Το μικρό Απόδειπνον είναι ακολουθία βραδυνή και τελείται μετά το βραδυνό φαγητό πριν κοιμηθούμε. 

                               Μικρόν Απόδειπνον

Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.
Δόξα σοι ο Θεός ημών, δόξα σοι.
Βασιλεύ ουράνιε, Παράκλητε, το Πνεύμα της αληθείας ο πανταχού παρών και τα πάντα πληρών ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν και καθάρισον ημάς από πάσης κηλίδος και σώσον αγαθέ, τας ψυχάς ημών. Αμήν.

Άγιος ο Θεός, άγιος ισχυρός, άγιος αθάνατος ελέησον ημάς (εκ τρίτου).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν
Παναγία Τριάς, ελέησον ημάς.
Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών.
Δέσποτα, συγχώρησον τας ανομίας ημίν.
Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών,
ένεκεν του ονόματός σου.
Κύριε ελέησον (3 φορές)
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν
Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου, ελθέτω η βασιλεία σου, γενηθήτω το θέλημά σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, καί μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ότι σού εστιν η βασιλεία…

Αμήν.
Κύριε ελέησον ιβ’
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν τω βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ τω βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν αυτώ, Χριστώ τω βασιλεί και Θεώ ημών.
Ψαλμός 50
Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
Ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
Ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
Ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
Ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
Απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
Μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ’ εμού
Απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
Διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
Ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
Κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
Ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
Θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
Αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους
Ψαλμός 69
Ο Θεός, εις την βοήθειάν μου πρόσχες, Κύριε, εις το βοηθήσαι μοι σπεύσον. Αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου.
Αποστραφήτωσαν εις τα οπίσω και καταισχυνθήτωσαν οι βουλόμενοί μοι κακά. Αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι οι λέγοντές μοι, εύγε, εύγε.
Αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί σο πάντες οι ζητούντές σε, ο Θεός. Και λεγέτωσαν δια παντός, μεγαλυνθήτω ό Κύριος, οι αγαπώντες το σωτήριόν σου.
Εγώ δε πτωχός ειμί και πένης, ο Θεός, βοήθησόν μοι. Βοηθός μου και ρύστης μου ει συ, Κύριε, μη χρονίσης.
Ψαλμός 142
Κύριε εισάκουσον τής προσευχής μου ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου επάκουσόν μου εν τή δικαιοσύνη σου
καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών
ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου εταπείνωσεν εις γήν τήν ζωήν μου εκάθισέν με εν σκοτεινοίς ως νεκρούς αιώνος
καί ηκηδίασεν επ’ εμέ τό πνεύμά μου εν εμοί εταράχθη η καρδία μου
εμνήσθην ημερών αρχαίων καί εμελέτησα εν πάσι τοίς έργοις σου εν ποιήμασιν τών χειρών σου εμελέτων
διεπέτασα τάς χείράς μου πρός σέ η ψυχή μου ως γή άνυδρός σοι διάψαλμα
Ταχύ εισάκουσόν μου κύριε εξέλιπεν τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου απ’ εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον
ακουστόν ποίησόν μοι τό πρωί τό έλεός σου ότι επί σοί ήλπισα γνώρισόν μοι κύριε οδόν εν η πορεύσομαι ότι πρός σέ ήρα τήν ψυχήν μου
εξελού με εκ τών εχθρών μου κύριε ότι πρός σέ κατέφυγον
δίδαξόν με τού ποιείν τό θέλημά σου ότι σύ εί ο Θεός μου τό πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία
ένεκα τού ονόματός σου κύριε ζήσεις με εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου
καί εν τώ ελέει σου εξολεθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου ότι δούλός σού ειμι εγώ

Δοξολογία μικρά
Δόξα εν υψίστοις Θεώ, και επί γης ειρήνη, εν ανθρώποις ευδοκiα.
Υμνούμεν σε, ευλογούμεν σε, προσκυνούμεν σε, δοξολογούμεν σε, ευχαριστούμεν σοι δια την μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, και άγιον Πνεύμα.
Κύριε ο Θεός, ο αμνός του Θεού, ο Υιός του Πατρός, ο αίρων την αμαρτίαν του κόσμου, ελέησον ημάς ο αίρων τας αμαρτίας του κόσμου.
Πρόσδεξαι την δέησιν ημών, ο καθήμενος εν δεξιά του Πατρός, και ελέησον ημάς.
Ότι συ ει μόνος άγιος, συ ει μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ’ εκάστην ημέραν ευλογήσω σε, και αινέσω το όνομά σου εις τον αιώνα και εις τον αιώνα του αιώνος.
Κύριε, καταφυγή εγενήθης ημίν εν γενεά και γενεά. Εγώ είπα, Κύριε, ελέησόν με, ίασαι την ψυχήν μου, ότι ήμαρτόν σοι.Κύριε, προς σε κατέφυγον, δίδαξον με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.
Ότι παρά σοι πηγή ζωής, εν τω φωτί σου οψόμεθα φως.
Παράτεινον το έλεος σου τοις γινώσκουσί σε.
Καταξίωσον, Κύριε, εν τη νυκτί ταύτη αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός ει, Κύριε, ο Θεός των πατέρων ημών, και αινετόν και δεδοξασμένον το όνομά σου εις τους αιώνας. Αμήν.
Γένοιτο, Κύριε, το έλεος σου εφ’ ημάς, καθάπερ ηλπίσαμεν επί σε.
Ευλογητός ει, Κύριε, δίδαξόν με τα δικαιώματά σου.
Ευλογητός ει, Δέσποτα, συνέτισόν με τα δικαιώματα σου.
Ευλογητός ει, Άγιε, φώτισόν με τοις δικαιώμασί σου.
Κύριε, το έλεός σου εις τον αιώνα, τα έργα των χειρών σου μη παρίδης.
Σοι πρέπει αίνος, σοι πρέπει ύμνος, σοι δόξα πρέπει, τω Πατρί και τω Υιώ και τω αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Το Σύμβολο της Πίστεως
Πιστεύω εις ένα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητήν ουρανού και γης, ορατών τε πάντων και αοράτων.
Και εις έναν Κύριον Ιησούν Χριστόν, τον Υιόν του Θεού τον Μονογενή, τον εκ του Πατρός γεννηθέντα προ πάντων των αιώνων. Φως εκ φωτός, Θεόν αληθινόν εκ Θεού αληθινού γεννηθέντα, ου ποιηθέντα, ομοούσιον τω Πατρί, δι’ ου τα πάντα εγένετο. Τον δι’ ημάς τους ανθρώπους και διά την ημετέραν σωτηρίαν κατελθόντα εκ των ουρανών και σαρκωθέντα εκ Πνεύματος Αγίου και Μαρίας της Παρθένου και ενανθρωπήσαντα.Σταυρωθέντα τε υπέρ ημών επί Ποντίου Πιλάτου και παθόντα και ταφέντα. Και αναστάντα τη τρίτη ημέρα κατά τας Γραφάς. Και ανελθόντα εις τους Ουρανούς και καθεζόμενον εκ δεξιών του Πατρός. Και πάλιν ερχόμενον μετά δόξης κρίναι ζώντας και νεκρούς, Ου της βασιλείας ουκ έσται τέλος.
Και εις το Πνεύμα το Άγιον, το Κύριον, το Ζωοποιόν , το εκ του Πατρός εκπορευόμενον, το συν Πατρί και Υιώ συμπροσκυνούμενον και συνδοξαζόμενον, το λαλήσαν διά των Προφητών.
Εις Μίαν, Αγίαν, Καθολικήν και Αποστολικήν Εκκλησίαν. Ομολογώ εν Βάπτισμα εις άφεσιν αμαρτιών. Προσδοκώ ανάστασιν νεκρών. Και ζωήν του μέλλοντος αιώνος. Αμήν.

Άξιόν εστιν ως αληθώς μακαρίζειν σε τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα του Θεού ημών. Τήν τιμιοτέραν τών Χερουβείμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σε μεγαλύνομεν.

Ευχή από το Μέγα Απόδειπνον

Κύριε, Κύριε, ὁ ῥυσάμενος ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας, ῥῦσαι ἡμᾶς καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου. Πρόσδεξαι θυσίαν ἑσπερινήν, τὰς τῶν χειρῶν ἡμῶν ἐπάρσεις. Καταξίωσον δὲ ἡμᾶς καὶ τὸ νυκτερινὸν στάδιον ἀμέμπτως διελθεῖν, ἀπειράστους κακῶν, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ταραχῆς καὶ δειλίας, τῆς ἐκ τοῦ Διαβόλου ἡμῖν προσγινομένης. Χάρισαι ταῖς ψυχαῖς ἡμῶν κατάνυξιν, καὶ τοῖς λογισμοῖς ἡμῶν μέριμναν, τῆς ἐν τῇ φοβερᾷ καὶ δικαίᾳ σου κρίσει ἐξετάσεως. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ νέκρωσον τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα, καὶ ἐν τῇ καθ΄ὕπνον ἡσυχίᾳ, ἐμφαιδρυνώμεθα τῇ θεωρίᾳ τῶν κριμάτων σου. Ἀπόστησον δὲ ἀφ' ἡμῶν πᾶσαν φαντασίαν ἀπρεπῆ, καὶ ἐπιθυμίαν βλαβεράν. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν τῇ πίστει, καὶ προκόπτοντας ἐν τοῖς παραγγέλμασί σου.
Εὐδοκίᾳ, καὶ χάριτι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Άγιος ο Θεός, άγιος ισχυρός, άγιος αθάνατος ελέησον ημάς (εκ τρίτου).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν
Παναγία Τριάς, ελέησον ημάς.
Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών.
Δέσποτα, συγχώρησον τας ανομίας ημίν.
Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών,
ένεκεν του ονόματός σου.
Κύριε ελέησον (3 φορές)
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν. 


Τροπάρια

Ο Θεός των πατέρων ημών, ο ποιών αεί μεθ’ ημών κατά την σην επιείκειαν, μη αποστήσης το έλεός σου αφ’ ημών, αλλά ταις αυτών ικεσίαις, εν ειρήνη κυβέρνησαν την ζωήν ημών.
Των εν όλω τω κοσμώ μαρτύρων σου, ως πορφύραν και βύσσον τα αίματα, η Εκκλησία σου στολισαμένη, δι’ αυτών βοά σοι, Χριστέ ο Θεός, τω λαώ σου τους οικτιρμούς σου κατάπεμψον, ειρήνην τη πολιτεία σου δώρησαι, και ταις ψ υχαίς ημών το μέγα έλεος.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Μετά των Αγίων ανάπαυσον, Χριστέ, τάς ψυχάς των δούλων σου, ένθα ουκ έστι πόνος, ου λύπη, ου στεναγμός, αλλά ζωή ατελεύτητος.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν
Τη πρεσβεία Κύριε, πάντων των Άγιων, και της Θεοτόκου, την σην ειρήνην δος ημίν, και ελέησον ημάς, ως μόνος οικτίρμων.
Κύριε έλέησον (40 φορές)
Ο εν παντί καιρώ και πάση ώρα εν ουρανώ και επί γης προσκυνούμενος και δοξαζόμενος Χριστός ο Θεός, ο μακρόθυμος, ο πολυέλεος, ο πολυέσπλαγχνος, ο τους δικαίους αγαπών και τους αμαρτωλούς ελεών, ο πάντας καλών προς σωτηρίαν διά της επαγγελίας των μελλόντων αγαθών , αυτός. Κύριε, πρόσδεξαι και ημών εν τη ώρα ταύτη τας εντεύξεις και ίθυνον την ζωήν ημών προς τας εντολάς σου. Τας ψυχάς ημών αγίασον, τα σώματα άγνισον , τους λογισμούς διόρθωσον, τας εννοίας κάθαρον και ρύσαι ημάς από πάσης θλίψεως, κακών και οδύνης. Τείχισον ημάς αγίοις σου Αγγέλοις, ίνα τη παρεμβολή αυτών φρουρούμενοι και οδηγούμενοι καταντήσωμεν εις την ενότητα της πίστεως και εις την επίγνωσιν της απροσίτου σου δόξης, ότι ευλογητός ει εις τους αιώνας των αιώνων. Αμήν.
Κύριε ελέησον (3 φορές)
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν
Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.

Ευχή στην υπεραγία Θεοτόκο
Και σώσον και βοήθησον ημάς Παναγία παρθένε
Άσπιλε, αμόλυντε, άφθορε, άχραντε, αγνή Παρθένε, Θεόνυμφε Δέσποινα, η Θεόν Λόγον τοις ανθρώποις τη παραδόξω σου κυήσει ενώσασα και την απωσθείσαν φύσιν του γένους ημών τοις ουρανίοις συνάψασα, η των απηλπισμένων μόνη έλπις και των πολεμουμένων βοήθεια, η ετοίμη αντίληψις των εις σε προστρεχόντων, και πάντων των Χριστιανών το καταφύγιον, μη βδελύξη με τον αμαρτωλόν, τον εναγή, τόν αισχροίς λογισμοίς και λόγοις και πράξεσιν όλον εμαυτόν αχρειώσαντα, και των ηδονών του βίου, ραθυμία γνώμης, δούλον γενόμενον, αλλ’ ως του φιλανθρώπου Θεού Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι επ’ εμοί τω αμαρτωλώ και ασώτω, και δέξαι μου την εκ ρυπαρών χειλέων προσφερομένην σοι δέησιν, και τον σον Υιόν , και ημών Δεσπότην και Κύριον, τη μητρική σου παρρησία χρωμένη δυσώπησον, ίνα άνοιξη καμοί τα φιλάνθρωπα σπλάγχνα της αυτού αγαθότητος και, παριδών μου τα αναρίθμητα πταίσματα, επιστρέψη με προς μετάνοιαν και των αυτού εντολών εργάτην δόκιμον αναδείξη με. Και πάρεσό μοι αεί ως ελεήμων και συμπαθής και φιλάγαθος, εν μεν τω παρόντι βίω θερμή προστάτις και βοηθός, τας των εναντίων εφόδους αποτειχίζουσα και προς σωτηρίαν καθοδηγούσα με, και εν τω καιρώ της εξόδου μου την αθλίαν μου ψυχήν περιέπουσα και τας σκοτεινάς όψεις των πονηρών δαιμόνων πόρρω αυτής απελαύνουσα, εν δε τη φοβερά ήμερα της κρίσεως, της αιωνίου με ρυομένη κολάσεως, και της απορρήτου δόξης του σου Υιού και Θεού ημών κληρονόμον με αποδεικνύουσα. ‘Ης και τύχοιμι, Δέσποινα μου, υπεραγία Θεοτόκε, δια της σης μεσιτείας και αντιλήψεως, χάριτι και φιλανθρωπία του μονογενούς Υιού, του Κυρίου και Θεού και Σωτήρος ημών Ιησού Χριστού, ω πρέπει πάσα δόξα, τιμή και προσκύνησις, συν τω ανάρχω αυτού Πατρί και τω παναγίω και αγαθώ και ζωοποιώ αυτού Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων . Αμήν.

Ευχή εις τον Κύριον ημών Ιησούν Χριστόν
Και δος ημίν, Δέσποτα, προς ύπνον απιούσιν, ανάπαυσιν σώματος και ψυχής, και διαφύλαξον ημάς από του ζοφερού ύπνου της αμαρτίας και από πάσης σκοτεινής και νυκτερινής ηδυπαθείας. Παύσον τας ορμάς των παθών, σβέσον τα πεπυρωμένα βέλη του πονηρού τα καθ’ ημών δολίως κινούμενα. Τας της σαρκός ημών επαναστάσεις κατάστειλον και παν γεώδες και υλικόν ημών φρόνημα κοίμισαν. Και δώρησαι ημίν, ο Θεός, γρήγορον νουν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ύπνον ελαφρόν και πάσης σατανικής φαντασίας απηλλαγμένον. Διανάστησον δε ημάς εν τω καιρώ της προσευχής εστηριγμένους εν ταις εντολαίς σου και την μνήμην των σων κριμάτων εν εαυτοίς απαράθραυστον έχοντας. Παννύχιον ημίν την σην δοξολογίαν χάρισαι εις το υμνείν και ευλογείν και δοξάζειν το πάντιμον και μεγαλοπρεπές όνομα σου, του Πατρός και του Υιού και του αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

- Υπερένδοξε, αειπάρθενε, ευλογημένη Θεοτόκε, προσάγαγε την ημετέραν προσευχήν τω Υιώ σου και Θεώ ημών, και αίτησαι ίνα σώση δια σου τας ψυχάς ημών.
- Η ελπίς μου ο Πατήρ, καταφυγή μου ο Υιός, σκέπη μου το Πνεύμα το άγιον, Τριάς αγία, δόξα σοι.
- Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτηρ του Θεού, φύλαξόν με υπό την σκέπην σου.
- Επi σoί χαίρει, Κεχαριτωμένη, πάσα η κτίσις, Αγγέλων τό σύστημα καί ανθρώπων τό γένος, ηγιασμένε ναέ καί παράδεισε λογικέ, παρθενικόν καύχημα, εξ ής Θεός εσαρκώθη καί παιδίον γέγονεν, ο πρό αιώνων υπάρχων Θεός ημών· τήν γάρ σήν μήτραν θρόνον εποίησε, καί τήν σήν γαστέρα πλατυτέραν ουρανών απειργάσατο. Επί σοί χαίρει, Κεχαριτωμένη, πάσα η κτίσις δόξα σοι.

Ευχή εις τον φύλακα Άγγελον
Άγιε Άγγελε, ο εφεστώς της άθλιας μου ψυχής και ταλαίπωρου μου ζωής, μη εγκαταλίπης με τον αμαρτωλόν, μηδέ αποστής απ εμού δια την ακρασίαν μου, μη δώης χώραν τω πονηρώ δαίμονι κατακυριεύσαί μου τη καταδυναστεία του θνητού του τούτου σώματος, κράτησον της αθλίας και παρειμένης χειρός μου, και οδήγησαν με εις οδόν σωτηρίας. Ναι, Άγγελε του Θεού, ο φύλαξ και σκεπαστής της αθλίας μου ψυχής και του σώματος, πάντα μοι συγχώρησον, όσα σοι έθλιψα πάσας τας ημέρας της ζωής μου, και εί τι ήμαρτον την σήμερον ημέραν, σκέπασόν με εν τη παρούση νυκτί και διαφύλαξόν με από πάσης επήρειας του αντικειμένου, ίνα μη εν τίνι αμαρτήματι παροργίσω τον Θεόν, και πρέσβευε υπέρ εμού προς τον Κύριον, του επιστηρίξαι με εν τω φόβω αυτού, και άξιον αναδείξαι με δούλον της αυτού αγαθότητος. Αμήν.

- Τη υπερμάχω στρατηγώ τα νικητήρια, Ως λυτρωθείσα των δεινών ευχαριστήρια. Αναγράφω Σοι η πόλις Σου, Θεοτόκε. Αλλ' ως έχουσα το κράτος απροσμάχητον, Εκ παντοίων με κινδύνων ελευθέρωσον ίνα κράζω Σοι· Χαίρε, Νύμφη Ανύμφευτε.
- Θεοτόκε Παρθένε χαίρε κεχαριτωμένη Μαρία, ο Κύριος μετά σου, ευλογημένη συ εν γυναιξί και ευλογημένος ο καρπός της κοιλίας σου, ότι Σωτήραν έτεκες των ψυχών ημών. (3 φορές)

Δι΄ ευχών των αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ο Θεός ημών, ελέησον και σώσον ημάς. Αμήν.


Ευχή προ του ύπνου

Τοις μισούσι και αδικούσιν ημάς συγχώρησον, Κύριε, τοις αγαθοποιούσιν αγαθοποίησον, τοις αδελφοίς και οικείοις ημών, χάρισαι τα προς σωτηρίαν αιτήματα, και ζωήν την αιώνιον, τους εν ασθενεία επίσκεψαι, και ίασιν δώρησαι, τους εν θαλάσση κυβέρνησον, τοις εν όδοιπορίαις συνόδευσον, τω Βασιλεί συμμάχησον, τοις διακονούσι, και ελεούσιν ημάς, αμαρτιών άφεσιν δώρησαι, τοις εντειλαμένοις ημίν τοις αναξίοις εύχεσθαι υπέρ αυτών, συγχώρησον και ελέησον κατά το μέγα σου έλεος, Μνήσθητι, Κύριε, πάντων των προκεκοιμημένων πατέρων και αδελφών ημών και ανάπαυσον αυτούς, ένθα επισκοπεί το φως του προσώπου σου, Μνήσθητι, Κύριε, των αδελφών ημών των αιχμαλώτων, καί λύτρωσαι αυτούς από πάσης περιστάσεως, Μνήσθητι, Κύριε, των καρποφορούντων και καλλιεργούντων εν ταις αγίαις σου Εκκλησίαις, και δος αυτοίς τα προς σωτηρίαν αιτήματα, και ζωήν την αιώνιον, Μνήσθητι, Κύριε, και ημών των ταπεινών και αμαρτωλών και αναξίων δούλων σου και φώτισον ημών τον νουν τω φωτί της γνώσεώς σου και οδήγησον ήμάς εν τη τρίβω των εντολών σου, πρεσβείαις της παναχράντου σου Μητρός, Δεσποίνης ημών Θεοτόκου, και αειπαρθένου Μαρίας, και πάντων σου των Αγίων, ότι ευλογητός ει, εις πάντας τους αιώνας των αιώνων. Αμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου