Γράφει ένας από τους διαχειριστές του "Δημοκρατικού Εθνικού Ρεύματος".
Παλαιότερα τα μυστήρια της Εκκλησίας (όπως Γάμος, Ευχέλαιο, Βάπτιση) ή ακολουθίες (όπως Αγιασμός) γινόταν μέσα στην Θεία Λειτουργία. Με την αλλαγή των δεδομένων και το πνεύμα της εκκοσμίκευσης καθώς και την απουσία πνευματικής κατάρτισης αυτά τα μυστήρια απομακρύνθηκαν από την Θεία Λειτουργία ή άλλα κατέστησαν απλά ένα κοσμικό γεγονός. Αυτή η νοσηρή αντίληψη όμως πρέπει να αλλάξει. Να μην αποδεχόμαστε παθητικά αντιλήψεις, πάθη και πλάνες αιώνων αλλά ως Ορθόδοξοι Χριστιανοί να τα ανακαλύψουμε και να επιστρέψουμε στο ορθό πνεύμα της Ορθοδοξίας.
Ο Γάμος, το μυστήριο ένωσης δύο προσώπων, κατέστη πλέον ένα κοσμικό γεγονός. Στα παλιά χρόνια το μυστήριο αυτό τελούταν μέσα στην Θεία Λειτουργία. Γι΄ αυτό αποφάσισα να παραθέσω την Ακολουθία του Γάμου μέσα στην Θεία Λειτουργία, έτσι όπως μας τα παραδίδει ο π. Χαράλαμπος Νεοφύτου. Διαβάστε:
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΝΗΣΤΡΩΝ (ΑΡΡΑΒΩΝΟΣ)
Στό τέλος τῆς μεγάλης
δοξολογίας, ὁ ἱερεύς παραλαμβάνει τούς μελλονύμφους ἀπό τό Νάρθηκα
καί ψάλλοντας τό «’Ἀξιον ἐστίν...» τούς ὁδηγεῖ στό κέντρο τοῦ ναοῦ, ὅπου
ἤδη ἔχει τοποθετηθεῖ τραπέζι μέ τά σχετικά καί ἀρχίζει τήν
Ἀκολουθία τοῦ ἀρραβῶνος.
Διάκονος: Εὐλόγησον, Δέσποτα.
Ιερεύς: Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός: Ἀμήν.
Ὁ διάκονος (εἰ δὲ οὐκ ἔστι διάκονος συλλειτουργῶν, ἅπαντα τὰ τοῦ διακόνου,
πλὴν τοῦ Εὐλόγησον Δέσποτα, ἐκφωνεῖ ἔσωθεν τοῦ Βήματος ὁ ἱερεύς):
Ἐν εἰρήνῃ τοῦ
Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε
ἐλέησον.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας
τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε
ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ
τῆς
εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν
καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε
ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τοῦ ἁγίου
οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ,
τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε
ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε
ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου
ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας,
παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τοῦ δούλου
τοῦ Θεοῦ (τοῦδε) καί τῆς δούλης τοῦ Θεοῦ (τῆσδε) τῶν νῦν μνηστευομένων ἀλλήλοις καί τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου
δεηθῶμεν
Ὁ λαός: Κύριε
ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τοῦ
παρασχεθῆναι αὐτοῖς τέκνα εἰς διαδοχήν γένους καί πάντα τά πρός σωτηρίαν
αἰτήματα τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε
ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τοῦ
καταπεμφθῆναι αὐτοῖς ἀγάπην τελείαν, εἰρηνικήν καί βοήθειαν τοῦ Κυρίου
δεηθῶμεν.
Ὁ λαός: Κύριε
ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τοῦ φυλαχθῆναι
καί εύλογηθῆναι αύτούς ἐν ὁμονοίᾳ καί βεβαίᾳ πίστει τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε
ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ
τοῦ διαφυλαχθῆναι αὐτούς ἐν ἀμέμπτῳ
βιοτῆ καί πολιτείᾳ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε
ἐλέησον
Ὁ διάκονος: Ὅπως Κύριος ὁ
Θεός ἡμῶν χαρίσηται αὐτοῖς τίμιον τόν γάμον καί τήν κοίτην ἀμίαντον τοῦ Κυρίου
δεηθῶμεν.
Ὁ λαός: Κύριε
ἐλέησον
Ὁ διάκονος: Ὑπὲρ τοῦ ρυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως,
ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε
ἐλέησον.
Ὁ διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον
καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.
Ὁ λαός: Κύριε
ἐλέησον.
Ὁ διάκονος: Τῆς Παναγίας,
ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ λαός: Σοὶ Κύριε.
(Ἐκφώνως:) Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Ὁ λαός: Ἀμήν.
Ὁ διάκονος: Τοῦ Κυρίου
δεηθῶμεν.
Ὁ λαός: Κύριε,
ἐλέησον.
Ὁ ἱερεύς:
(ἐνώπιον
τῶν μελλονύμφων)
Ὁ Θεός ὁ αἰώνιος, ὁ τά διηρημένα συναγαγών εἰς
ἑνότητα καί σύνδεσμον διαθέσεως τιθείς ἄρρηκτον· ὁ εὐλογήσας Ἰσαάκ
καί Ρεβέκκα καί κληρονόμους αὐτούς τῆς σῆς ἐπαγγελίας ἀναδείξας·
αὐτός εὐλόγησον καί τούς δούλους σου τούτους, ὁδηγῶν αὐτοῦς ἐν παντί ἔργῳ
ἀγαθῷ.
Ὅτι ἐλεήμων καί φιλάνθρωπος θεός ὑπάρχεις καί
σοί τήν δόξαν ἀναπέμπομεν τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί
καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ λαός: Αμήν.
Ὁ ἱερεύς: Εἰρήνη πᾶσι.
ὁ
Διάκονος: Τάς
κεφαλάς ἡμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ ἱερεύς:
Κύριε,
ὁ Θεός ἠμῶν ὁ τήν ἐξ ἐθνῶν προμνηστευσάμενος
Ἐκκλησίαν παρθένον ἀγνήν, εὐλόγησον τά μνῆστρα ταῦτα καί ἕνωσον
καί διαφύλαξον τούς δούλους σου τούτους ἐν εἰρήνῃ καί ὁμονοίᾳ.
Σοί γάρ πρέπει πᾶσα δόξα, τιμή
καί προσκύνησις, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ ἁγίῳ
Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
λαός: Ἀμήν.
ΕΠΙΔΟΣΗ- -ΑΛΛΑΓΗ- ΔΑΚΤΥΛΙΔΙΩΝ
Στό σημεῖο αὐτό, ὁ ἱερεύς εὐλογεῖ τά
δακτυλίδια πάνω στό Εὐαγγέλιο
καί ἀρραβωνίζει τούς μελλονύμφους, λέγοντας, Πρῶτον εἰς τόν ἄνδρα: Ἀρραβωνίζεται ὁ
δοῦλος του Θεοῦ (ὁ δεῖνα) τή δούλη τοῦ Θεοῦ(τήν δεῖνα) εἰς τό ὄνομα
τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου
Πνεύματος. Ἀμήν. Τρίς.
Καί ποιεῖ σταυρόν μετά τοῦ δακτυλιδίου ἐπί τήν κεφαλήν αὐτοῦ.
Τό ἴδιο ποιεῖ καί εἰς τήν γυναῖκα.
Ἀρραβωνiζεται ἡ δούλη τοῦ Θεοῦ( ἡ δεῖνα) τόν δοῦλο τοῦ Θεοῦ (τόν
δεῖνα) εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ
Υἱοῦ καί τοῦ ἀγίου Πνεύματος. Ἀμήν. Τρίς
Ὁ
ἱερεύς τοποθετεῖ τά δακτυλίδια στό
παράμεσο τοῦ δεξιοῦ χεριοῦ. Κατόπιν ἀλλάζουν αὐτά οἱ παράνυμφοι.
Ὁ
διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ
ἱερεύς, τήν εὐχήν.
Κύριε ὁ Θεός ἡμῶν, ὀ τῷ παιδί τοῦ πατριάρχου
Ἀβραάμ συμπορευθείς ἐν τῇ Μεσοποταμίᾳ, στελλομένῳ νυμφεύσασθαι
τῷ κυρίῳ αὐτοῦ Ἰσαάκ γυναῖκα καί διά μεσιτείας ὑδρεύσεως ἀρραβωνίσασθαι
τήν Ρεβέκκα, ἀποκαλύψας· αὐτός εὐλόγησον τόν ἀρραβῶνα τῶν δούλων
σου (τοῦδε) καί (τῆσδε) καί στήριξον
τόν παρ' αὐτοῖς λαληθέντα λόγον. Βεβαίωσον αὐτούς τῇ παρά σοῦ ἁγία ἑνότητι· σύ γάρ ἀπ' ἀρχῆς ἐδημιούργησας
ἄρσεν καί θῆλυ καί παρά σοῦ ἁρμόζεται ἀνδρί γυνή εἰς βοήθειαν καί διαδοχήν
γένους τῶν ἀνθρώπων. Αὐτός οὖν, Κύριε ὁ Θεός ἡμῶν, ὁ ἐξαποστείλας
τήν ἀλήθειαν ἐπί τήν κληρονομίαν σου καί τήν ἐπαγγελίαν σου ἐπί
τούς δούλους σου, τούς πατέρας ἡμῶν, εἰς καθεκάστην γενεάν καί γενεάν
τούς ἐκλεκτούς σου, ἐπίβλεψον ἐπί τόν δοῦλον σου ( τόνδε) καί τήν δούλην
σου (τήν δε), καί στήριξον τόν ἀρραβῶνα αὐτῶν ἐν πίστει καί ὁμονοίᾳ
καί ἀληθείᾳ καί ἀγάπη. Σύ γάρ, Κύριε, ὑπέδειξας δίδοσθαι τόν ἀρραβῶνα
καί στηρίζεσθαι ἐν παντί. Διά δακτυλιδίου ἐδόθη ἡ ἐξουσία τῷ Ἰωσήφ
ἐν Αἰγύπτῳ· διά δακτυλιδίου ἐδοξάσθη Δανιήλ ἐν χώρᾳ Βαβυλῶνος·
διά δακτυλιδίου ἐφανερώθη ἡ ἀλήθεια τῆς Θάμαρ· διά δακτυλιδίου
ὁ Πατήρ ἡμῶν ὁ οὐράνιος οἰκτίρμον γέγονεν ἐπί τόν ἄσωτον υἱόν. Δότε
γάρ, φησί, δακτυλίδιον εἰς τήν χεῖρα αὐτοῦ· καί ἐνέγκαντες τόν μόσχον
τόν σιτευτόν, θύσατε· καί φαγόντες εὐφρανθῶμεν. Αὕτη ἡ δεξιά σου,
Κύριε, τόν Μωϋσῆν ἐστρατοπέδευσεν ἐν 'Ἐρυθρᾷ θαλάσσῃ· διά γάρ τοῦ
λόγου σου τοῦ ἀληθινοῦ οἱ οὐρανοί ἐστερεώθησαν καί ἡ γῆ ἐθεμελιώθη·
καί ἡ δεξιά τῶν δούλων σου εὐλογηθήσεται τῷ λόγῳ σου τῷ κραταιῷ καί
τῷ βραχίονί σου τῷ ὑψηλῷ. Αὐτός οὖν καί νῦν, δέσοτα, εὐλόγησον τό δακτυλοθέσιον
τοῦτο εὐλογίαν οὐράνιον· καί ἄγγελος Κυρίου προπορευέσθῳ ἔμπροσθεν
αὐτῶν πάσας τάς ἡμέρας τῆς ζωῆς αὐτῶν. Ὅτι σύ εἶ ὁ εὐλογῶν καί ἁγιάζον
τά σύμπαντα καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῳ Υἱῷ καί τῷ
ἁγίῳ Πνεύματι νῦν καί ἀεί καί εἰς
τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
λαός: Ἀμήν.
Όταν παλαιότερα, ἡ Ἀκολουθία τῶν ἀρραβώνων ἦταν χωρισμένη ἀπό ἐκείνη τοῦ γάμου, λεγόταν ἡ ἐκτενής καί μετά ἡ Ἀπόλυσις.
Συνεχίζεται στο κυρίως μέρος...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου