Γράφει ένας από τους διαχειριστές του "Δημοκρατικού Εθνικού Ρεύματος".
Παλαιότερα τα μυστήρια της Εκκλησίας (όπως Γάμος, Ευχέλαιο, Βάπτιση) ή ακολουθίες (όπως Αγιασμός) γινόταν μέσα στην Θεία Λειτουργία. Με την αλλαγή των δεδομένων και το πνεύμα της εκκοσμίκευσης καθώς και την απουσία πνευματικής κατάρτισης αυτά τα μυστήρια απομακρύνθηκαν από την Θεία Λειτουργία ή άλλα κατέστησαν απλά ένα κοσμικό γεγονός. Αυτή η νοσηρή αντίληψη όμως πρέπει να αλλάξει. Να μην αποδεχόμαστε παθητικά αντιλήψεις, πάθη και πλάνες αιώνων αλλά ως Ορθόδοξοι Χριστιανοί να τα ανακαλύψουμε και να επιστρέψουμε στο ορθό πνεύμα της Ορθοδοξίας.
Ο Γάμος, το μυστήριο ένωσης δύο προσώπων, κατέστη πλέον ένα κοσμικό γεγονός. Στα παλιά χρόνια το μυστήριο αυτό τελούταν μέσα στην Θεία Λειτουργία. Γι΄ αυτό αποφάσισα να παραθέσω την Ακολουθία του Γάμου μέσα στην Θεία Λειτουργία. Διαβάστε:
ΑΚΟΛΟΥΘΙΑ ΓΑΜΟΥ- Θ. ΛΕΙΤΟΥΡΓΙΑΣ
Ὁ ἱερεύς ψάλλει τόν ψαλμόν ρκζ, καί ὁ λαὀς σέ κάθε στίχο, ψάλλει: Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι
Μακάριοι πάντες οἱ φοβούμενοι τόν Κύριον, οἱ πορευόμενοι ἐντοῖς ὁδοῖς αὐτοῦ.
Τούς πόνους τῶν καρπῶν σου φάγεσαι, μακάριος καί καλός σοι ἔσται,
Ἡ γυνή σου ὡς ἄμπελος εὐθυνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου.
Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν, κύκλῳ τῆς τραπέζης σου.
Ἰδού οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τόν Κύριον.
Εὐλογῆσαι σε Κύριος ἐξ Σιών, καί ἴδοις τά ἀγαθά Ἰερουσαλήμ πάσας τάς ἡμέρας τῆς ζωῆς σου.
Καί ἴδοις υἱούς τῶν υἰῶν σου. Εἰρήνη ἐπί τόν Ἰσραήλ.
Μετά ὁ διάκονος: Εὐλόγησον Δέσποτα.
Ἱερεύς: Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καί αεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ λαός: Ἀμήν.
Ὁ διάκονος (εἰ δὲ οὐκ ἔστι διάκονος συλλειτουργῶν, ἅπαντα τὰ τοῦ διακόνου, πλὴν τοῦ Εὐλόγησον Δέσποτα, ἐκφωνεῖ ἔσωθεν τοῦ Βήματος ὁ ἱερεύς):
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (τοῦδε) καί (τῆσδε) τῶν νῦν συναπτομένων ἀλλήλοις εἰς γάμου κοινωνίαν καί τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τοῦ εὐλογηθῆναι τόν γάμον τοῦτον, ὡς τόν ἐν Κανᾷ τῆς Γαλιλαίας τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τοῦ παρασχεθῆναι αὐτοῖς σοφρωσύνη καί καρπόν κοιλίας πρός τό συμφέρον τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τοῦ εὐφρανθῆναι αὐτούς ἐν ὁράσει υἱῶν καί θυγατέρων τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς εὐτεκνίας
ἀπόλαυσιν καί ἀκατάγνωστον διαγωγήν τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ὑπέρ τοῦ δωρηθῆναι αὐτοῖς τε καί ἡμῖν πάντα τά πρός σωτηρίαν αἰτήματα τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Λαός: Κύριε ἐλέησον
Ὁ διάκονος: Ὑπὲρ τοῦ ρυσθῆναι αὐτούς τε καί ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ λαός: Σοὶ Κύριε.
Ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ ἱερεύς, τήν εὐχήν ἐνώπιον τῶν μελλονύμφων.
Ὁ Θεός ὁ ἄχραντος καί πάσης κτίσεως δημιουργός ὁ τήν πλευράν τοῦ προπάτορος Ἀδάμ διά τήν σήν φιλανθρωπίαν εἰς γυναῖκα μεταμορφώσας καί εὐλογήσας αὐτούς καί εἰπών: Αὐξάνεσθε καί πλυθύνεσθε καί κατακυριεύσατε τῆς γῆς· καί ἀμφοτέρους αὐτούς ἕν μέλος ἀναδείξας διά τῆς συζυγίας· ἕνεκεν γάρ τούτου καταλείψει ἄνθρωπος τόν πατέρα αὐτοῦ καί τήν μητέρα καί προσκολληθήσεται τῇ ἰδίᾳ γυναικί, καί ἔσονται οἱ δύο εἰς σάρκα μίαν· καί οὕς ὁ Θεός συνέζευξεν, ἄνθρωπος μή χωριζέτῳ· ὁ τόν θεράποντά σου Ἀβραάμ εὐλογήσας καί διανοίξας τήν μήτραν Σάρρας καί πατέρα πλήθους ἐθνῶν ποιήσας· ὁ τόν Ἰσαάκ τῇ Ρεβέκκα χαρισάμενος καί τόν τόκον αὐτῆς εὐλογήσας· ὁ τόν Ἰακώβ καί τῇ Ραχήλ συνάψας καί ἐξ αὐτοῦ τούς δώδεκα Πατριάρχας ἀναδείξας· ὁ τόν Ἰωσήφ καί τήν Ἀσυνέθ συζεύξας, καρπόν παιδοποιῒaς αὐτοῖς τόν Ἐφραίμ καί τόν Μαννασῆν χαρισάμενος· ὁ τόν Ζαχαρίαν καί τήν Ἐλισάβετ προσδεξάμενος καί Πρόδρομον τόν τόκον αὐτῶν ἀναδείξας· ὁ ἐκ τῆς ρίζης Ἰεσσαί τό κατά σάρκα βλαστήσας τήν ἀειπάρθενον καί ἐξ αὐτῆς σαρκωθείς καί τεχθείς εἰς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων· ὁ διά τήν ἄφραστόν σου δωρεάν καί πολλήν ἀγαθότητα παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας καί τόν ἐκεῖσε γάμον εὐλογήσας, ἵνα φανερώσης, ὅτι σόν θέλημα ἐστίν ἡ ἔννομος συζυγία καί ἡ ἐξ αὐτῆς παιδοποιῒa· αὐτός, δέσποτα πανάγιε, πρόσδεξαι τήν δέησιν ἡμῶν τῶν ἱκετῶν σου, ὡς ἐκεῖσε, καί ἐνταῦθα παραγενόμενος τῇ ἀοράτῳ σου ἐπιστασίᾳ· εὐλόγησον τόν γάμον τοῦτον, καί παράσχου τοῖς δούλοις σου τούτοις ( τῷ δεῖνι) καί τῇ (δεῖνι) ζωήν εἰρηνικήν, μακροημέρευσιν, σωφροσύνην, τήν εἰς ἀλλήλους ἀγάπην ἐν τῶ συνδέσμῳ τῆς εἰρήνης, σπέρμα μακρόβιον, τήν ἐπί τέκνοις χάριν, τόν ἀμαράντινον τῆς δόξης στέφανον. ἀξίωσον αὐτούς ἰδεῖν τέκνα τέκνων, τήν κοίτην αὐτῶν ἀνεπίβούλευτον διατήρησον· καί δός αὐτοῖς ἀπό τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν καί ἀπό τῆς ποιότητος τῆς γῆς. Ἔμπλησον τούς οἴκους αὐτῶν σίτου, οἴνου καί ἐλαίου καί πάσης ἀγαθωσύνης, ἴνα μεταδιδῶσι καί τοῖς χρείαν ἔχουσι, δωρούμενος ἅμα καί τοῖς συμπαροῦσι πάντα τά πρός σωτηρίαν αἰτήματα.
Ὅτι Θεός ἐλέους, οἰκτιρμῶν καί φιλανθρωπίας ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν σύν τῷ ἀνάρχῳ σου Πατρί καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῳ σου Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ λαός: Ἀμήν.
Ιερεύς: Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Αντίφωνα
Λαός: Ἀμήν.
Αναγνώστης: Μάκαριοι πάντες οἱ φοβούμενοι τόν Κύριον.
Λαός: Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς
Α: Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.
Λ: Ταῖς πρεσβείαις τῆς Θεοτόκου....
Α: Τούς πόνους τῶν καρπῶν σου φάγεσαι.... Ταῖς πρεσβείαις τῆς Θεοτόκου....
Δόξα... καί νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου....
Ὁ διάκονος: Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ λαός: Σοὶ Κύριε.
Ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε, ἐλέησον.
Ὁ ἱερεύς: Εὐλογητός εἶ Κύριε ὁ Θεός ἡμῶν, ὁ τοῦ μυστικοῦ καί ἀχράντου γάμου ἱερουργός καί τοῦ σωματικοῦ νομοθέτης, ὁ τῆς ἀφθαρσίας φύλαξ καί τῶν βιοτικῶν ἀγαθός οἰκονόμος· αὐτός καί νῦν, δέσποτα, ὁ ἐν ἀρχῇ πλάσας τόν ἄνθρωπον καί θέμενος αὐτόν ὡς βασιλέα τῆς κτίσεως καί εἰπών: «Οὐ καλόν εἶναι τόν ἄνθρωπον μόνον ἐπί τῆς γῆς· ποιήσωμεν αὐτῷ βοηθόν κατ' αὐτόν»· καί λαβών μίαν τῶν πλευρῶν αὐτοῦ ἔπλασας γυναῖκα, ἥν ἰδών Ἀδάμ εἶπε: «Tοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καί σάρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρός αὐτῆς ἐλήφθη αὕτη· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τόν πατέρα αὐτοῦ καί τήν μητέρα καί προσκοληθήσεται πρός τήν γυναῖκα αὐτοῦ καί ἔσονται οἱ δύο εἰς σάρκα μίαν»· καί « οὕς ὁ Θεός συνέζευξεν, ἄνθρωπος μή χωριζέτῳ»· αὐτός καί νῦν, δέσποτα Κύριε, ὁ Θεός ἡμῶν, κατάπεμψον τήν χάριν σου τήν ἐπουράνιον ἐπί τούς δούλους σου τούτους (τόν δεῖνα) καί τήν (δεῖνα) καί δός τῇ παιδίσκῃ ταύτῃ ἐν πᾶσι ὑποταγῆναι τῷ ἀνδρί καίτόν δοῦλον σου τοῦτον εἶναι εἰς κεφαλήν τῆς γυναικός, ὅπως βιώσωσι κατά τό θέλημά σου. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεός ἡμῶν, ὡς εὐλόγησας τόν Ἀβραάμ καί τήν Σάρραν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεός ἡμῶν,ὡς εὐλόγησας τόν Ἰσαάκ καί τήν Ρεβέκκαν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεός ἡμῶν, ὥς εὐλόγησας τόν Ἰωσήφ καί τήν Ἀσυνέθ. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεός ἡμῶν, ὡς εὐλόγησας Μωσέα καί Σεπφόραν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεός ἡμῶν, ὡς εὐλόγησας Ἰωακείμ καί τήν Ἄννα. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεός ἡμῶν, ὡς εὐλόγησας Ζαχαρίαν καί τήν Ἐλισάβετ. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεός ἡμῶν, ὡς διεφύλαξας τόν Νῶε ἐν τῇ Κιβωτῷ. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεός ἡμῶν, ὡς διεφύλαξας τόν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ τοῦ κήτους. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεός ἡμῶν, τούς ἁγίους τρεῖς παῖδας ἐκ τοῦ πυρός, καταπέμψας αὐτοῖς δρόσον οὐράνιον· καί ἔλθοι ἐπ' αὐτούς ἡ χαρά ἐκείνη, ἡ χαρά ἐκείνη ἥν ἔσχεν ἡ μακαρία Ἑλένη, ὅτε εὕρε τόν τίμιον Σταυρόν. Μνημόνευσον αὐτῶν , Κύριε ὁ Θεός ἡμῶν, ὡς ἐμνημόνευσας τοῦ Ἐνώχ, τοῦ Σήμ, τοῦ Ἠλία. Μνημόνευσον αὐτῶν, Κύριε ὁ Θεός ἡμῶν, ὡς ἐμνημόνευσας τῶν ἁγίων σου τεσσαράκοντα μαρτύρων καταπέμψας αὐτοῖς οὐρανόθεν τούς στεφάνους. Μνημόνευσον, Κύριε ό Θεός ἡμῶν, καί τῶν ἀναθρεψάντων αὐτούς γονέων· ὅτι εὐχαί γονέων στηρίζουσι θεμέλια οἴκων. Μνημόνευσον, Κύριε ὀ Θεός ἡμῶν τῶν δούλων σου τῶν παρανύμφων, τῶν συνελθόντων εἰς τήν χαράν ταύτην. Μνημόνευσον, Κύριε ὁ Θεός ἡμῶν, τοῦ δούλου σου (τοῦδε) καί τῆς δούλης σου (τῆσδε) καί εὐλόγησον αὐτούς. Δός αὐτοῖς καρπόν κοιλίας, καλλιτεκνίαν, ὁμόνοιαν ψυχῶν καί σωμάτων.Ὕψωσον αὐτούς ὡς τάς κέδρους τοῦ Λιβάνου, ὡς ἄμπελον εὐκληματοῦσαν. Δώρησαι αὐτοῖς σπέρμα στάχυος, ἵνα, πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύσωσιν εἰς πᾶν ἔργον ἀγαθόν καί σοί εὐάρεστον. καί ἴδωσιν υἱούς τῶν υἱῶν αὐτῶν, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης αὐτῶν· καί εὐαρεστήσαντες ἐνώπιόν σου, λάμψωσιν ὡς φωστῆρες ἐν οὐρανῷ, ἐν σοί τῷ Κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, κράτος τιμή καί προσκύνησις, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ λαός : Ἀμήν.
(Ἐκφώνως:) Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ λαός: Ἀμήν.
Αντίφωνο
Α: Μακάριος εἶ καί καλῶς σοι ἔσται.
Λ: Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ εὐλογήσας τόν γάμον ἐν Κανᾷ, ψάλλοντάς Σοι ἀλληλούϊα.
Α: Ἡ γυνή σου ·ως ἄμπελος εὐθυνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου.
Λ: Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...
Α: Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.
Λ: Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ὁ διάκονος: Ἔτι καὶ ἔτι...
Ὁ λαός: Κύριε, ἐλέησον.
Ὁ διάκονος: Ἀντιλαβοῦ, σῶσον...
Ὁ λαός: Κύριε, ἐλέησον
Ὁ διάκονος: Τῆς Παναγίας ἀχράντου...
Ὁ λαός: Σοί Κύριε.
Ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε, ἐλέησον.
Ὁ ἱερεύς: ἐνώπιον τοῦ ἀνδρογύνου.
Ὁ Θεός ὁ ἅγιος, ὁ πλάσας ἐκ χοός τόν ἄνθρωπον, καί ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀνοικοδομήσας γυναῖκα καί συζευξας αὐτῷ βοηθόν κατ' αὐτόν, διά τό οὕτως ἀρέσαι τῇ σῇ μεγαλειότητι, μή μόνον εἶναι τόν ἄνθρωπον ἐπί τῆς γῆς· αὐτός καί νῦν, δέσποτα, ἐξαπόστειλον τήν χεῖρα σου ἐξ ἁγίου κατοικητηρίου σου καί ἅρμοσον τόν δοῦλον σου (τόνδε) καί τήν δούλην σου (τήνδε), ὅτι παρά σοῦ ἁρμόζεται ἀνδρί γυνή. Σύζευξον αὐτούς ἐν ὁμοφροσύνη, στεφάνωσον αὐτούς εἰς σάρκα μίαν, χάρισαι αὐτοῖς καρπόν κοιλίας, εὐτεκνίας ἀπόλαυσιν.
(Ἐκφώνως:) Ὅτι σόν τό κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ λαός: Ἀμήν.
Ὁ λαός: Ἀμήν.
Αντίφωνο & μικρά είσοδος
Α: Ἰδού οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τόν Κύριον.
Α: Ἰδού οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τόν Κύριον.
Ἀπολυτίκιον. Ὴχος α.` Τῆς ἐρήμου πολίτης.....
Τόν ἐν γάμου ἀθλήσει στεφανίτην γενόμενον· ἔνδοξον χορόν θεωρούντων τῆς Τριάδος τήν ἔλλαμψιν, ὅμοῦ σύν τοῖς ὁσίοις μονασταῖς, καί νέφει ἱερῷ μαρτυρικῷ, ὑμνήσωμεν πρεπόντως καί ταπεινῶς πρός τόν δεσπότην εἴπωμεν· δόξα τῇ σῇ προνοίᾳ παντουργέ, δόξα τῇ εὐσπλαχνίᾳ σου, δόξα τῇ χεομένῃ σου πολλῇ ἐν μυστηρίοις σου Χάριτι.
Ψαλλομένου τοῦ τρίτου ἀντιφώνου γίνεται ἡ μικρὰ Εἴσοδος τοῦ Εὐαγγελίου. Λαβὼν ὁ ἱερεὺς τὸ Εὐαγγέλιον, δίδωσι τῷ διακόνῳ, καὶ οὕτως ἐξελθόντες ἀμφότεροι διὰ τοῦ βορείου μέρους, προπορευομένων αὐτῶν λαμπάδων ἢ καὶ ἑξαπτερύγων, ποιοῦσι τὴν μικρὰν εἴσοδον, καὶ στάντες ἐν τῷ μέσῳ τοῦ ναοῦ κλίνουσιν ἀμφότεροι τὰς κεφαλάς·
Ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ ἱερεὺς λέγει μυστικῶς τὴν εὐχὴν τῆς Εἰσόδου:
Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων, εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν, εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ διάκονος πρὸς τὸν ἱερέα:
Εὐλόγησον Δέσποτα τὴν ἁγίαν εἴσοδον.
Ὁ ἱερεὺς σφραγίζει τὰς ἁγίας θύρας λέγων:
Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, Κύριε, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ λαός: Ἀμήν.
Ο διάκονος: Σοφία· Ὀρθοί.
Ο διάκονος: Σοφία· Ὀρθοί.
Ὁ ἱερεὺς καὶ ὁ διάκονος εἰσέρχονται διὰ τῆς ὡραίας πύλης εἰς τὸ Ἱερόν. Ὁ διάκονος ἀποτίθησιν ἐπὶ τῆς ἁγίας Τραπέζης τὸ ἱερὸν Εὐαγγέλιον. Ὁ λαὸς ψάλλει τὸ εἰσοδικόν:
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ.
Ὁ λαός: Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἢ ὁ ἐν Ἁγίοις θαυμαστός), ψάλλοντάς σοι· Ἀλληλούϊα.
Ὁ χορὸς τὰ Ἀπολυτίκια. Εἶτα τὸ Κοντάκιον τῆς Ἐκκλησιαστικῆς περιόδου. Καί ἐν συνεχείᾳ γίνεται ῃ στέψις.
Στέψις
Στέψις
Στέφεται ὁ δοῦλος τοῦ Θεοῦ ὁ (δεῖνα) τήν δούλην τοῦ Θεοῦ τήν (δεῖνα) εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος. Ἀμήν. (τρίς)
Κατόπιν κατά τόν ἴδιον τρόπο σφραγίζει τή νύμφη, λέγοντας:
Στέφεται ἡ δούλη τοῦ Θεοῦ ἡ (δεῖνα) τόν δοῦλο τοῦ Θεοῦ τόν (δεῖνα) εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος. Ἀμήν. (τρίς)
Κατόπιν, ὁ ἱερεύς, θέτει τά στέφανα εἰς τάς κεφαλάς τῶν νεονύμφων, σταυρόνωντας τά χεῖρας του τρίς καί ψάλλει :
Κύριε ὁ Θεός ἡμῶν, δόξῃ καί τιμῇ στεφάνωσον αὐτούς. ( Τό αὐτό ἐπαναλαμβάνουν καί οἱ χοροί) καί ὁ παράνυμφος ἀλλάζει τά στέφανα.
Ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε, ἐλέησον.
Ὁ ἱερεὺς μυστικῶς τὴν εὐχὴν τοῦ Τρισαγίου:
Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν Χερουβεὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων.
Ὁ ἱερεύς: Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί.
Ὁ διάκονος: Καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ λαός: Ἀμήν.
Καὶ ψάλλει τὸν τρισάγιον ὕμνον:
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς). Ὁ β΄ χορός: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Ὁ α΄ χορός: Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Ὁ β΄ χορός: Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Ὁ διάκονος: Δύναμις. Ὁ α΄ χορός: Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Εἶτα ὁ ἱερεὺς καὶ ὁ διάκονος λέγουσιν ἐναλλὰξ τὸν Τρισάγιον ὕμνον, ποιοῦντες ὁμοῦ τρία προσκυνήματα μετὰ σταυρῶν ἔμπροσθεν τῆς ἁγίας Τραπέζης. Μετὰ ταῦτα ὁ διάκονος πρὸς τὸν ἱερέα:
Κέλευσον, Δέσποτα.
Ἀπέρχονται εἰς τὴν καθέδραν, ἢ τὴν Πρόθεσιν, τοῦ ἱερέως λέγοντος:
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ ἐπανερχομένων, ὁ διάκονος:
Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.
Ὁ ἱερεύς:
Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αναγνώσματα
Μετὰ τὴν συμπλήρωσιν τοῦ Τρισαγίου ὁ διάκονος, ἐλθὼν ἔμπροσθεν τῶν ἁγίων θυρῶν, λέγει:
Πρόσχωμεν.
Ὁ ἀναγνώστης ἐκφωνεῖ τὸν στίχον τοῦ Προκειμένου καὶ τὴν ἐπιγραφὴν τοῦ ἀποστολικοῦ ἀναγνώσματος.
Ὁ διάκονος: Σοφία. Πρόσχωμεν.
Καὶ ὁ ἀναγνώστης ἀναγινώσκει τὴν περικοπὴν ἐκ τῆς Ἀκολουθίας τοῦ Γάμου, πληρωθέντος αὐτῆς, λέγει ὁ ἱερεύς:
Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.
Ὁ λαός: Ἀλληλούϊα (τρίς).
ὁ δὲ ἱερεὺς ἀναγινώσκει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης ταύτην τὴν εὐχήν:
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε, Δέσποτα, τὸ τῆς Σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν Σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων Σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν Σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ δὲ Διάκονος , λαβὼν τὸ ἅγιον Εὐαγγέλιον καὶ προσελθὼν τῷ ἱερεῖ καὶ τὴν κεφαλὴν ὑποκλίνας, λέγει:
Εὐλόγησον, δέσποτα, τὸν εὐαγγελιστὴν τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ (Ματθαίου ἢ Μάρκου ἢ Λουκᾶ ἢ Ἰωάννου).
Ὁ δὲ ἱερεὺς σφραγίζων αὐτόν, λέγει:
Ὁ Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ (δεῖνος) δῴη σοι ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ Εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ Αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ὁ διάκονος: Ἀμήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.
Εἶτα λαβὼν ἐκ τῶν χειρῶν τοῦ ἱερέως τὸ ἅγιον Εὐαγγέλιον καὶ προσκυνήσας μετ' εὐλαβείας, αἴρει αὐτὸ καί, προπορευομένων λαμπάδων, ἀπέρχεται εἰς τὸν Ἄμβωνα, ἐνῷ ὁ ἱερεύς, μετὰ τὴν ἀνάγνωσιν τοῦ Ἀποστόλου, ἀπὸ τῆς πύλης τοῦ ἱεροῦ Βήματος ἐκφωνεῖ:
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ λαός: Καὶ τῷ πνεύματί σου.
Ὁ διάκονος: Ἐκ τοῦ κατὰ (δεῖνα) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. ( Τό Εὐαγγέλιο τοῦ γάμου)
Ὁ ἱερεύς: Πρόσχωμεν.
Ὁ λαός: Δόξα Σοι, Κύριε, δόξα Σοι.
Καὶ ἀναγινώσκει ὁ διάκονος τὴν περικοπὴν τῆς Ἀκολουθίας τοῦ Γάμου, μεθ' ὃ ἱερεὺς λέγει:
Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ
ὁ δὲ λαὸς ψάλλει ἀργῶς:
Δόξα Σοι, Κύριε, δόξα Σοι.
Εκτενής
Εἶτα ὁ διάκονος, σταθεὶς πρὸ τοῦ ἱεροῦ Βήματος, λέγει τὴν Ἐκτενῆ:
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.
Ὁ λαός: Κύριε ἐλέησον (τρίς).
Ὁ διάκονος: Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ λαός: Κύριε ἐλέησον (τρίς).
Ὁ διάκονος: Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ λαός: Κύριε ἐλέησον (τρίς).
Ὁ διάκονος: Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν.
Ὁ λαός: Κύριε ἐλέησον (τρίς).
Ὁ διάκονος: Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
Ὁ λαός: Κύριε ἐλέησον (τρίς).
Ὁ διάκονος: Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὁ λαός: Κύριε ἐλέησον (τρίς).
Ὁ διάκονος: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει καὶ ἐνορίᾳ ταύτῃ, τῶν ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἱερᾶς Ἐκκλησίας ταύτης.
Ὁ λαός: Κύριε ἐλέησον (τρίς).
Ὁ διάκονος: Ὑπὲρ τοῦ εὐλογηθῆναι τόν γάμον τοῦτον, ὡς τόν ἐν Κανᾷ τῆς Γαλιλαίας τοῦ Κυρίου δεηθῶμεν
Ὁ λαός: Κύριε, ἐλέησον.
Ὁ διάκονος:
Ἔτι δεόμεθα ὑπὲρ τῶν νεονύμφων τῶν δούλων τοῦ Θεοῦ δεῖνα καί δεῖνα καί τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον (τρίς).
Ὁ διάκονος: Ὅπως Κύριος ὁ Θεός χαρίσηται αὐτοῖς τίμιον τόν γάμον καί τήν κοίτην ἀμίαντον τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ὑπέρ τοῦ εὐφρανθῆναι αὐτούς ἐν ὁράσει υἱῶν αὐτῶν καί θυγατέρων τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ Μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἀπανταχοῦ ὀρθοδόξων.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ διάκονος: Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Τούτων λεγομένων, ὁ ἱερεὺς ἀναγινώσκει χαμηλοφώνως τὴν εὐχὴν τῆς Ἐκτενοῦς ἱκεσίας:
Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν Σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους Σου, καὶ τοὺς οἰκτιρμούς Σου κατάπεμψον ἐφ' ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν Σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Συμπληρωθείσης τῆς Ἐκτενοῦς, ὁ ἱερεὺς λέγει ἐκφώνως:
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ ἱερεύς: ἐνώπιον τῶν νεονύμφων τήν εὐχήν.
Κύριε, ὀ Θεός ἡμῶν, ὁ ἐν τῇ σωτηριώδει σου οἰκονομίᾳ καταξιώσας ἐν Κανᾷ τῆς Γαλιλαίας τίμιον ἀναδεῖξαι τόν γάμον διά τῆς παρουσίας σου· αὐτός καί νῦν τούς δούλους σου τόν δεῖνα καί τήν δεῖνα, οὕς εὐδόκησας συναφθῆναι ἀλλήλοις, ἐν εἰρήνη καί ὁμονοίᾳ διαφύλαξον. Τίμιον τόν γάμον αὐτοῖς ἀνάδειξον· ἀμίαντον αὐτῶν τήν κοίτην διατήρησον· ἀκηλίδωτον αὐτῶν τήν συμβίωσιν διαμεῖναι εὐδόκησον καί καταξίωσον αὐτούς ἐν γήρι πίονι καταντῆσαι, ἐν καθαρᾷ τῇ καρδία ἐργαζομένους τάς ἐντολάς σου.
Σύ γάρ εἶ ὁ Θεός ἡμῶν Θεός τοῦ ἐλεεῖν καί σώζειν καί σοί........
Ὁ ἱερεὺς λαμβάνει τὸ ἅγιον Εὐαγγέλιον καὶ ποιεῖ σταυρὸν ἐπάνω τοῦ ἁγίου Ἀντιμηνσίου, ὁ δὲ διάκονος ἄρχεται τῆς δεήσεως ὑπὲρ τῶν Κατηχουμένων.
Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ.
Ὁ λαός: Κύριε ἐλέησον.
Έπειτα, συνεχίζει κανονικά η Θεία Λειτουργία του Αγίου Ιωάννου του Χρυσοστόμου.
Κοινόν Ποτήριον
Μετά την Οπισθάμβωνο ευχή, ο Ιερεύς λέγει:
Εἰρήνη πᾶσι
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
Καὶ εὐθέως λαβὼν αὐτοὺς ὁ Ἱερεύς, στρέφει ὡς ἐν σχήματι κύκλου τρὶς περὶ τὸ ἐν τῷ μέσῳ τραπεζίδιον, τοῦ Παρανύμφου κρατοῦντος ὄπισθεν τοὺς στεφάνους, καὶ ψάλλει τὰ τροπάρια.
Ἡσαΐα χόρευε· ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.
Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες καὶ στεφανωθέντες, προσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα. Τριὰς ἡ ὁμοούσιος.
Εἶτα ὁ Ἱερεὺς ἐπαίρει τοὺς στεφάνους· καὶ ἐπάρας τὸν στέφανον τοῦ Νυμφίου, λέγει·
Μεγαλύνθητι, Νυμφίε, ὡς ὁ Ἀβραάμ, καὶ εὐλογήθητι ὡς ὁ Ἰσαάκ, καὶ πληθύνθητι ὡς ὁ Ἰακώβ, πορευόμενος ἐν εἰρήνῃ καὶ ἐργαζόμενος ἐν δικαιοσύνῃ τὰς ἐντολὰς τοῦ Θεοῦ.
Καὶ ἐπάρας τὸν στέφανον τῆς Νύμφης, λέγει·
Καὶ σύ, Νύμφη, μεγαλύνθητι ὡς ἡ Σάῤῥα, καὶ εὐφράνθητι ὡς ἡ Ῥεβέκκα, καὶ πληθύνθητι ὡς ἡ Ῥαχήλ, εὐφραινομένη τῷ ἰδίῳ ἀνδρί, φυλάττουσα τοὺς ὅρους τοῦ νόμου, ὅτι οὕτως ηὐδόκησεν ὁ Θεός.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.
Εἶτα λέγει ὁ Ἱερεὺς τὴν Εὐχήν·
Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ τὸν ἐκεῖσε γάμον εὐλογήσας, εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, τοὺς τῇ σῇ προνοίᾳ πρὸς γάμου κοινωνίαν συναφθέντας. Εὐλόγησον αὐτῶν εἰσόδους καὶ ἐξόδους· πλήθυνον ἐν ἀγαθοῖς τὴν ζωὴν αὐτῶν· ἀνάλαβε (ἐνταῦθα ὁ Ἱερεὺς αἴρει τοὺς στεφάνους ἀπὸ τῶν κεφαλῶν τῶν Νυμφίων, καὶ τίθησιν αὐτοὺς ἐπὶ τῆς τραπέζης) τοὺς στεφάνους αὐτῶν ἐν τῇ Βασιλείᾳ σου, ἀσπίλους καὶ ἀμώμους καὶ ἀνεπιβουλεύτους διατηρῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καί τῷ πνεύματί σου.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.
Καὶ εὔχεται πάλιν ὁ Ἱερεύς·
Ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ Ἅγιον Πνεῦμα, ἡ παναγία καὶ ὁμοούσιος καὶ ζωαρχικὴ Τριὰς, ἡ μία Θεότης καὶ Βασιλεία, εὐλογήσαι ὑμᾶς, καὶ παράσχοι ὑμῖν μακροζωΐαν, εὐτεκνίαν, προκοπὴν βίου καὶ πίστεως, καὶ ἐμπλήσαι ὑμᾶς πάντων τῶν ἐπὶ γῆς ἀγαθῶν, ἀξιώσαι δὲ ὑμᾶς καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τῆς ἀπολαύσεως, πρεσβείαις τῆς ἁγίας Θεοτὸκου, καὶ πάντων τῶν Ἁγίων.
Ὁ Χορός· Ἀμήν.
Κοινόν Ποτήριον
Μετά την Οπισθάμβωνο ευχή, ο Ιερεύς λέγει:
Εἰρήνη πᾶσι
Ὁ λαός: Καί τῷ πνεύματί σου.
Ὁ διάκονος: Τάς κεφαλάς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ λαός: Σοί Κύριε.
Ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν
Ὁ λαός: Κύριε, ελέησον.
Ὁ ἱερεύς, τήν εὐχήν τοῦ κοινοῦ ποτηρίου
Ὁ Θεός, ὁ πάντα ποιήσας τῇ ἰσχύει σου καί στερεώσας τήν οἰκουμένην, καί κοσμήσας τόν στέφανον πάντων τῶν πεποιμένων ὑπό σοῦ, καί τό ποτήριο τό κοινόν τοῦτο πάρεχόμενος τοῖς συναφθεῖσι πρός γάμου κοινωνίαν, εὐλόγησον εὐλογίᾳ πνευματικῇ.
Ὅτι ηὐλόγηταί σου τό ὄνομα καί δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρός καί τοῦ υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τὼν αἰώνων .
Ὁ λαός: Ἀμήν.
Εἶτα, λαβὼν ὁ Ἱερεὺς ἐπὶ χεῖρας τὸ κοινὸν ποτήριον, μεταδίδωσιν αὐτοῖς ἐκ γ´, πρῶτον τῷ ἀνδρί, καὶ αὖθις τῇ γυναικί, ψάλλων εἰς ἦχον α´·Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
Καὶ εὐθέως λαβὼν αὐτοὺς ὁ Ἱερεύς, στρέφει ὡς ἐν σχήματι κύκλου τρὶς περὶ τὸ ἐν τῷ μέσῳ τραπεζίδιον, τοῦ Παρανύμφου κρατοῦντος ὄπισθεν τοὺς στεφάνους, καὶ ψάλλει τὰ τροπάρια.
Ἡσαΐα χόρευε· ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.
Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες καὶ στεφανωθέντες, προσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα. Τριὰς ἡ ὁμοούσιος.
Εἶτα ὁ Ἱερεὺς ἐπαίρει τοὺς στεφάνους· καὶ ἐπάρας τὸν στέφανον τοῦ Νυμφίου, λέγει·
Μεγαλύνθητι, Νυμφίε, ὡς ὁ Ἀβραάμ, καὶ εὐλογήθητι ὡς ὁ Ἰσαάκ, καὶ πληθύνθητι ὡς ὁ Ἰακώβ, πορευόμενος ἐν εἰρήνῃ καὶ ἐργαζόμενος ἐν δικαιοσύνῃ τὰς ἐντολὰς τοῦ Θεοῦ.
Καὶ ἐπάρας τὸν στέφανον τῆς Νύμφης, λέγει·
Καὶ σύ, Νύμφη, μεγαλύνθητι ὡς ἡ Σάῤῥα, καὶ εὐφράνθητι ὡς ἡ Ῥεβέκκα, καὶ πληθύνθητι ὡς ἡ Ῥαχήλ, εὐφραινομένη τῷ ἰδίῳ ἀνδρί, φυλάττουσα τοὺς ὅρους τοῦ νόμου, ὅτι οὕτως ηὐδόκησεν ὁ Θεός.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.
Εἶτα λέγει ὁ Ἱερεὺς τὴν Εὐχήν·
Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ τὸν ἐκεῖσε γάμον εὐλογήσας, εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, τοὺς τῇ σῇ προνοίᾳ πρὸς γάμου κοινωνίαν συναφθέντας. Εὐλόγησον αὐτῶν εἰσόδους καὶ ἐξόδους· πλήθυνον ἐν ἀγαθοῖς τὴν ζωὴν αὐτῶν· ἀνάλαβε (ἐνταῦθα ὁ Ἱερεὺς αἴρει τοὺς στεφάνους ἀπὸ τῶν κεφαλῶν τῶν Νυμφίων, καὶ τίθησιν αὐτοὺς ἐπὶ τῆς τραπέζης) τοὺς στεφάνους αὐτῶν ἐν τῇ Βασιλείᾳ σου, ἀσπίλους καὶ ἀμώμους καὶ ἀνεπιβουλεύτους διατηρῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καί τῷ πνεύματί σου.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.
Καὶ εὔχεται πάλιν ὁ Ἱερεύς·
Ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ Ἅγιον Πνεῦμα, ἡ παναγία καὶ ὁμοούσιος καὶ ζωαρχικὴ Τριὰς, ἡ μία Θεότης καὶ Βασιλεία, εὐλογήσαι ὑμᾶς, καὶ παράσχοι ὑμῖν μακροζωΐαν, εὐτεκνίαν, προκοπὴν βίου καὶ πίστεως, καὶ ἐμπλήσαι ὑμᾶς πάντων τῶν ἐπὶ γῆς ἀγαθῶν, ἀξιώσαι δὲ ὑμᾶς καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τῆς ἀπολαύσεως, πρεσβείαις τῆς ἁγίας Θεοτὸκου, καὶ πάντων τῶν Ἁγίων.
Ὁ Χορός· Ἀμήν.
Καὶ ψάλλει ἐκ τρίτου:
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ὁ δὲ ἱερεὺς μεταβαίνων εἰς τὴν ἁγίαν Πρόθεσιν λέγει τὴν εὐχήν:
Τὸ πλήρωμα τοῦ νόμου καὶ τῶν Προφητῶν αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Απόλυσις
Ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός: Κύριε ἐλέησον.
Ὁ ἱερεύς: Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ λαός: Ἀμήν.
Ὁ ἱερεύς: Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ ἀναγνώστης: Δόξα Πατρί. Καὶ νῦν. Κύριε ἐλέησον (γ). Δέσποτα ἅγιε, εὐλόγησον.
Καὶ ὁ ἱερεὺς ποιεῖ ἀπόλυσιν·
Ὁ διά τῆς ἐν Κανᾷ ἐπιδημίας τίμιον ἀναδείξας τόν γάμον, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων θεοστέπτων βασιλέων Κωνσταντίνου καί Ἑλένης, τοῦ ἁγίου μεγαλομάρτυρος Προκοπίου τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός
Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ λαός: Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου