Τρίτη 25 Ιουνίου 2013

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΟΡΚΩΜΟΣΙΑ ΠΡΩΘΥΠΟΥΡΓΟΥ & ΚΥΒΕΡΝΗΣΕΩΣ

Διάκονος: Εὐλόγησον, Δέσποτα.
Αρχιερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός: Ἀμήν.
Αρχιερεύς: Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα της ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Χορός: Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Δεήση
Διάκονος: Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Χορός: Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Διάκονος: Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν... τῶν πρεσβυτέρων, τῶν διακόνων καὶ τῶν μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἔτι δεόμεθα ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ.
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεήσαι ἡμᾶς.
Χορός: Κύριε, ἐλέησον.

Ευχή και Ορκωμοσία
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Χορός: Κύριε, ἐλέησον.
Αρχιερεύς: Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξαπόστειλον τὸ ἐλεὸς Σου ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἐνίσχυσον τοὺς δούλους Σου τούτους εἰς τὴν προκειμένην διακονίαν τοῦ λαοῦ Σου ἵνα καλῶς διακονήσαντες απολαύσωσι τοῦ μισθοῦ τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεὼς Σου τῆς δικαίας.
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(Δίνεται ο νενομισμένος όρκος).

Απόλυσις
Αρχιερεύς: Δόξα σοι, ὁ Θεός, δόξα σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμάς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. 
Ιερεύς: Δι᾿ εὐχῶν τοῦ ἁγίου Δεσπότου ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Χορός: Ἀμὴν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου